Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.
» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλί-
» δι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς)
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλί-
» δι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς)
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χριστοῦ βίβλον ἔμψυχον,
ἐσφραγισμένην σε Πνεύματι,
ὁ μέγας Ἀρχάγγελος,
Ἁγνὴ θεώμενος,
ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον,
δι᾿ ἧς τῆς Προμήτορος,
ἀρὰ λυθήσεται.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε,
τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε
πανάμωμε,
τὸ παλάτιον, τοῦ μόνου Βασιλέως·
χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Δόξα.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα·
τὸ μῆλον τὸ εὔοσμον, χαῖρε
ἡ τέξασα·
τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως·
χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.
Καὶ νῦν.
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος,
ἡμῶν ἐξανέστημεν·
χαῖρε ἡδύπνοον,
κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον·
θυμίαμα εὔοσμον, μύρον
πολύτιμον.
Ἅγιος Ἰωσὴφ ὁ Ὺμνογράφος
Πηγή: ἐδῶ