Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸ δωδεκάχορδον, τοῦ Λόγου ὄργανον,
Τὸ δωδεκάχορδον, τοῦ Λόγου ὄργανον,
τὴν παναρμόνιον, λύραν τῆς χάριτος,
τὸν Ὑμνογράφον Ἰωσήφ, τιμήσωμεν ἐπαξίως·
οὗτος γὰρ ἀνύμνησε, μελιχροῖς
μελῳδήμασι,
Πνεύματι κινούμενος, τῶν Ἁγίων πᾶν σύστημα.
Μεθ’ ὧν καὶ
ἱκετεύει ἀπαύστως,
δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ θεόπνους γλῶσσά σου, δαβιτικῶς ἀνεδείχθη,
Ἡ θεόπνους γλῶσσά σου, δαβιτικῶς ἀνεδείχθη,
ὀξυγράφου κάλαμος, τῇ θεϊκῇ
ἐπιπνοίᾳ,
ἄθλους μέν, τοὺς τῶν Ἁγίων ὑμνολογοῦσα,
χάριν δέ, τὴν ἐξ
ἀγώνων καλλιγραφοῦσα,
Ἰωσὴφ τοῖς ἐκβοῶσι·
χαίροις κιθάρα ὑπερκοσμίων
ᾠδών.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος αὐλός,
Χαίροις Ἐκκλησίας θεῖος αὐλός,
ἡδύφωνος σάλπιγξ, καλλικέλαδος ἀηδών·
χαίροις
τῶν Ἁγίων, ὁ ἔνθους ὑμνήπολος,
ὦ Ἰωσὴφ τρισμάκαρ, στόμα θεόληπτον.
Πηγή: synaxarion.gr