«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 29 Απριλίου 2019

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου καὶ θαυματουργοῦ






Δοξαστικὸν. Ἦχος πλ. β'
 
Ἀξίως τοῦ ὀνόματος,

ἐπολιτεύσω στρατιῶτα Γεώργιε· 

τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος,

τὴν ἐκ διαβολικῆς πλάνης 

χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, 

καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, 

τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· 

ὅθεν βλυστάνεις ἰάματα, 

τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, 

καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· 

Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, 

καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. 


 Πηγή: Μηναῖον Ἀπριλίου & glt.goarch.org