Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα,
Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα,
κόσμου εὐπάθειαν, ἐμφρόνως ἔλιπες,
καὶ
ἐνδιαίτημα τερπνὸν ἐγένου θείας ἀγάπης·
σὺ γὰρ δι’ ἀσκήσεως, καὶ ἠθῶν
τελειότητος,
νύμφη ἐχρημάτισας, τοῦ Σωτῆρος περίδοξος·
ᾧ πρέσβευε ὑπὲρ
τῶν βοώντων·
χαίροις Μακρίνα Θεοφόρε.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωτὸς ἀνάπλεως δικαιοσύνης,
Ὡς φωτὸς ἀνάπλεως δικαιοσύνης,
τύπος θείων πράξεων, καὶ ἀρετῶν μυσταγωγός,
ὤφθης τοῖς πίστει βοῶσί σοι·
χαίροις Μακρίνα, παρθένων ἀγλάϊσμα.
Μεγαλυνάριον.
Ἤνθησας ἐκ ῥίζης περικλεοῦς,
Ἤνθησας ἐκ ῥίζης περικλεοῦς,
κλέος εὐσεβείας, γεωργοῦσα ἀπὸ παιδός·
βίῳ γὰρ
ἀμέμπτῳ, καὶ τρόποις ἐναρέτοις,
Μακρίνα διαπρέπεις, ὡς καλλιπάρθενος.
Πηγή: synaxarion.gr