«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 22 Ιουλίου 2019

Τῆς Ἁγίας Παρθενομάρτυρος Μαρκέλλας τῆς Χιοπολίτιδος


Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα,
 τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαὶς εὐφημήσωμεν·
 τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ, 
ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, 
ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, 
τοῖς πρὸς αὐτὴν κραυγάζουσι· 
δόξα τῷ δεδωκότι σοι ἰσχύν, 
δόξα τῷ σὲ θαυμαστώσαντι, 
δόξα τῷ ἐνεργούντι διὰ σοῦ, 
πᾶσιν ἰάματα.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρά σου ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα,
τῶν πιστῶν ἐφαίδρυνε, τὰς διανοίας ἐνθέως· 
θάνατον, τοῦ ζῆν ἀνόμως προκρίνειν πάντας, 
πείθουσα· καὶ γὰρ ἐτμήθης ξίφει τὴν κάραν, 
σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρός· ὢ δρᾶμα!
 ὑπὲρ τοῦ νόμου Χριστοῦ.

Μεγαλυνάριον.
Χλαῖναν παρθενίας πορφυραυγῆ,
 αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, 
φέρουσα Μαρκέλλα, τῷ Λόγῳ ἐνυμφεύθης, 
τιμηθεῖσα τῇ πατρῴᾳ, χειρὶ ὡς πάνσεμνος.

Πηγή:  synaxarion.gr