«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 29 Αυγούστου 2019

Μνήμη ἀποτομῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (Κεφ. 4, ἐκλογή, & 5, 17)
 
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ συνήσουσι τὶ ἐβουλεύσαντο περὶ αὐτοῦ. 
 
Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. 
 
Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. 
 
Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. 
 
Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες; 
 
Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. 
 
Πῶς δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. 
 
Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. 
 
Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
 
Πηγή: glt.goarch.org