«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 30 Νοεμβρίου 2019

Πρὸς τιμὴν τοῦ Ἁγίου Άποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου






Κάθισμα.  Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ 
 
Ὡς πρωτόκλητον πάντων τῶν Μαθητῶν,
 καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, 
Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε, 
τῷ γὰρ Ἀμνῷ τῷ αἴροντι, τοῦ κόσμου τὰ πταίσματα,
 ἀδιστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας· 
ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, 
τοῦ σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον.
 Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ἕτερον, ὅμοιον
Τῶν εἰδώλων τὰ θράση καταβαλών, 
τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, 
Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος, 
οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, 
καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος·
ὅθεν σου τὴν μνήμην, ἐπαξίως τιμῶντες,
ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν,
τοῦ Κυρίου Ἀπόστολε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 

Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· 
Χαῖρε Κόρη καθέδρα βασιλική,
κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, 
χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, 
ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· 
Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, 
καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, 
ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· 
Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· 
Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια. 


Πηγή: Μηναῖον Νοεμβρίου &  glt.goarch.org