«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 23 Δεκεμβρίου 2019

Πρὸς τιμὴν τῶν Ἁγίων Δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ





Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
  Κρήτης τὰ εὔοσμα, ἄνθη τιμήσωμεν, 
τὰ διαπνέοντα, ὀσμὴν τὴν ἔνθεον, 
Θεόδουλον καὶ Ζωτικόν, Γελάσιον Σατορνῖνον, 
Εὔπορον Εὐάρεστον, Ἀγαθόποδα Πόμπιον, 
Εὐνικιανὸν ὁμοῦ, Βασιλείδην τε ἔνδοξον, 
βοῶντες πρὸς αὐτοὺς ὁμοφρόνως· 
χαῖρε Δεκὰς ἡ τῶν Μαρτύρων.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
  Ἑωσφόρος ἔλαμψεν ἡ τῶν Μαρτύρων, 
σεβασμία ἄθλησις, προκαταυγάζουσα ἡμῖν,
 τὸν ἐν Σπηλαίῳ τικτόμενον, ὃν ἡ Παρθένος
 ἀσπόρως ἐκύησεν.


Μεγαλυνάριον.
  Ὅμιλος θεόλεκτος καὶ σεπτός,
 πίστει συνημμένος, καὶ ἀγάπῃ εἰλικρινεῖ,
 ὤφθησαν ἐν Κρήτῃ, οἱ Δέκα Ἀθλοφόροι,
 ἐχθρῶν τὰς μυριάδας καταπαλαίσαντες.

Πηγή: synaxarion.gr