Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων ἀκρότης καὶ Ἀγγέλοις ἐφάμιλλος,
Τῶν Ὁσίων ἀκρότης καὶ Ἀγγέλοις ἐφάμιλλος,
ὡς ἡγιασμένος ἐδείχθης, ἐκ παιδὸς
Σάββα Ὅσιε·
οὐράνιον γὰρ βίον ὑπελθών,
πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς,
διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς,
τοὺς πίστει ἐκβοῶντάς σοι·
δόξα τῷ
δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος
Προσενεχθεῖς δι’ ἀρετῆς, Σάββα μακάριε
Τῷ σὲ πρὶν γεννηθῆναι ἐπισταμένω
Ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα
Πολιστὴς τε τῆς ἐρήμου ἀξιέπαινος·
Διὸ κράζω σοι, χαίροις Πάτερ ἀοίδιμε.
Διὸ κράζω σοι, χαίροις Πάτερ ἀοίδιμε.
Μεγαλυνάριον.
Ὤφθης ὑποτύπωσις καὶ κανών,
Ὤφθης ὑποτύπωσις καὶ κανών,
θεοφόρε Σάββα, ὡς τοῦ Πνεύματος θησαυρός,
ὁσίων
πατέρων, ῥυθμίζων καὶ ἰθύνων,
πρὸς κλῆρον ἀφθαρσίας, τοὺς πειθομένους
σοι.
Πηγή: synaxarion.gr