«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 16 Δεκεμβρίου 2020

Τῆς Ἁγίας Βασιλίσσης Θεοφανοῦς, τῆς θαυματουργοῦ

 


Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Προελομένη τὰ οὐράνια πόθῳ, 

Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, 

ἀγγελικῶς ἐν γῇ περιπολεύουσα· 

ὅθεν κατηξίωσαι, οὐρανίων χαρίτων, 

σὺν Ἀγγέλων τάξεσι, καὶ Ἁγίων χορείαις, 

παρισταμένη τῷ Παμβασιλεῖ· 

ὃν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τὴν ἐν τῷ μέσῳ ἀνακτόρων ἀναλάμψασαν

Ὡς ἐν ἐρήμῳ ἁγιότητος ταῖς λάμψεσιν,

Ὡς θεόφρονα τιμήσωμεν βασιλίδα·

Βασιλείαν γὰρ λιποῦσαι τὴν ἐπίγειον

Τὴν οὐράνιον ἐνθέως ἐκληρώσατο·
Χαίροις λέγοντες, Θεοφανὼ παμμακάριστε.


Μεγαλυνάριον.
Τῆς θεοφανείας τῆς μυστικῆς, 

τὴν βουλὴν πληροῦσα, ὡς βασίλισσα νουνεχής, 

τῆς ὑπερκοσμίου, ἐπέβης βασιλείας,

Θεοφανὼ Ὁσία ἀξιοθαύμαστε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: