«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 15 Δεκεμβρίου 2020

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου


 

 

Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

 
Ἐδείχθης πανάριστος, καὶ στερρὸς ἀγωνιστής, 

Ἱερομάρτυς ἔνδοξε, μὴ φοβηθεὶς βασάνων,

 τὰς προσβολάς, τὸ πῦρ δὲ ὑπεῖξέ σοι, 

καὶ σιδήρου ὀξύτης νῶτα δέδωκε.


Ῥοαῖς τῶν αἱμάτων σου, Ἐλευθέριε Σοφέ, 

εἰδωλικὴν κατέκλυσας, δεισιδαίμονα πλάνην τῶν διωκτῶν, 

τὴν νίκην ἀράμενος, κατὰ τοῦ ἀρχεκάκου πολεμήτορος.


Ἡ γῆ μὲν τοῖς αἵμασιν, ἐφοινίσσετο τοῖς σοῖς, 

ὁ δὲ ἀὴρ ἡγίασται, τῷ καθαρῷ σου πνεύματι ἀληθῶς,

 πρὸς λῆξιν οὐράνιον, ἀνιόντι, παμμάκαρ Ἐλευθέριε.


Θεοτοκίον

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, 

τὸν κυβερνήτην Κύριον τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, 

κατεύνασον τάραχον, καὶ γαλήνην, 

παράσχου τῇ καρδίᾳ μου.

 
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, 

τῶν πειρασμῶν τῷ κλύδωνι, 

τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· 

ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». 

 

Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: