«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 17 Δεκεμβρίου 2020

Τοῦ Ἁγίου Διονυσίου τοῦ ἐκ Ζακύνθου

 



 

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον,

 τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, 

τιμήσωμεν συμφώνως οἱ πιστοί, 

βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· 

σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας, 

σῶσον καὶ βοῶντάς σοι· 

δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, 

πρέσβυν ἀκοίμητον.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ νῆσος, 

ἑορτὴν χαρμόσυvοv, σὺν τῇ Μοvῇ τῶv Στροφάδωv, 

Αἴγιναν, τὴν ἐv Κυκλάσι προσκαλουμένη, 

ᾄσμασιv, ἀξιοχρέως συνευφημῆσαι, 

καὶ φαιδρῶς πανηγυρίσαι, 

τὸ κοινὸν κλέος, νῦv Διονύσιον.



Μεγαλυνάριον.
Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, 

πρόεδρος Αἰγίνης, καὶ Στροφάδων μέγας φρουρός· 

χαίροις Ἐκκλησίας, νέος φωστὴρ τρισμάκαρ, 

Ἀρχιερέων δόξα, ὦ Διονύσιε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: