Ἀπολυτίκιον. Ἦχος δ’.
Τὴν
Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας,
δι’ ὧν ἐφόρεσας τιμίων Ἁλύσεων,
τῶν Ἀποστόλων πρωτόθρονε·
ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα,
ταῖς πρὸς Θεὸν πρεσβίαις σου,
δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἡ
πέτρα Χριστός, τὴν πέτραν τῆς πίστεως,
δοξάζει φαιδρῶς, τῶν Μαθητῶν τὸν πρωτόθρονον·
συγκαλεῖ γὰρ ἅπαντας, ἑορτάσαι Πέτρου τὰ θαύματα,
τῆς τιμίας Ἁλύσεως, καὶ νέμει πταισμάτων τὴν συγχώρησιν.
Μεγαλυνάριον.
Σύνδησον
ἀγάπῃ εἰλικρινεῖ,
Πέτρε κορυφαῖε, ὁ φιλήσας Χριστὸν θερμῶς,
τοὺς τὴν Ἅλυσίν σου, σεμνῶς ἀσπαζομένους,
Ἀπόστολε θεόπτα, καὶ σὲ δοξάζοντας.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου