«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 29 Απριλίου 2021

Μεγάλη Πέμπτη


 ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.
 

Στίχοι εἰς τὸν Ἱερὸν Νιπτήρα
Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Εἰς τὸν Μυστικον Δεῖπνον
Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
Καὶ Πάσχα καινόν, Αἷμα. Σῶμα Δεσπότου.

Εἰς τὴν ὑπερφυᾶ Προσευχὴν
Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,
Χριστέ, προσώπου, παραιτούμενος δῆθεν
Θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.

Εἰς τὴν Προδοσίαν
Τί δεῖ μαχαιρῶν, τί ξύλων λαοπλάνοι,
Πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', Τριῳδίου. Ἦχος β'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
 

«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν 

ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· 

Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».



Νευστάζων κάραν Ἰούδας, κακὰ προβλέπων ἐκίνησεν, 

εὐκαιρίαν ζητῶν παραδοῦναι, τὸν Κριτὴν εἰς κατάκρισιν,

 ὃς πάντων ἐστὶ Κύριος, καὶ Θεὸς τῶν Πατέρων ἡμῶν.


Ὑμῶν ὁ Χριστὸς τοῖς φίλοις, ἐβόα· Εἷς παραδώσει με, 

εὐφροσύνης λαθόντες, ἀγωνίᾳ καὶ λύπῃ συνείχοντο. 

 Τίς οὗτος; φράσον λέγοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.



Μεθ' ὅστις ἐμοῦ τὴν χεῖρα, τρυβλίῳ βάλλει θρασύτητι, 

τούτῳ πλὴν καλὸν ἦν, πύλας βίου περάσαι μηδέποτε· 

τοῦτον ὃς ἦν ἐδήλου δέ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.


Καταβασία
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν 

ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· 

Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

 

  Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: