ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς
ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν
πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν
λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν
κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος
αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
Στίχοι εἰς τὴν Σταύρωσιν
Ζῶν εἶ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,
Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.
Ἕτεροι εἰς τὸν εὐγνώμονα Λῃστὴν
Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.
Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ η', Τριῳδίου. Ἦχος πλ. β'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν,
κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἀνόμον συνέδριον,
βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ·
ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς
αἰῶνας».
Ἀπὸ βλεφάρων Μαθηταί, νῦν ὕπνον ἔφης Χριστὲ τινάξατε·
ἐν προσευχῇ δὲ γρηγορεῖτε, πειρασμῷ μήπως ὄλησθε,
καὶ μάλιστα Σίμων· τῷ κραταιῷ γὰρ μείζων πεῖρας·
γνῶθί με Πέτρε, ὃν πᾶσα κτίσις, εὐλογεῖ
δοξάζουσα εἰς τοὺς αἰῶνας.
Βέβηλον ἔπος τῶν χειλέων, οὔ ποτε
προήσομαι Δέσποτα,
σὺν σοὶ θανοῦμαι ὡς εὐγνώμων, κἂν οἱ πάντες ἀρνήσωνται,
ἐβόησε Πέτρος, σάρξ οὐδὲ αἷμα, ὁ Πατὴρ σου ἀπεκάλυψέ μοι σέ,
ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα
Βάθος
σοφίας θεϊκῆς, καὶ γνώσεως οὐ πᾶν ἐξηρεύνησας,
ἄβυσσον δέ μου τῶν κριμάτων, οὐ κατέλαβες ἄνθρωπε,
ὁ Κύριος ἔφη· Σάρξ οὖν ὑπάρχων, μὴ καυχῶ·
ἀρνήσῃ τρίτον γάρ με, ὃν πᾶσα κτίσις,
εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Καὶ νῦν...
Ἀπαγορεύεις, Σίμων Πέτρε, ὅπερ πείσῃ τάχος ὡς
εἴρηται·
καὶ σοὶ παιδίσκη, οἷα θᾷττον προσελθοῦσα πτοήσει σε,
ὁ Κύριος ἔφη· πικρῶς δακρύσας, ἕξεις ὅμως εὐΐλατόν με,
ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
«Στήλην
κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν,
κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον,
βουλεύεται κενά, κτεῖναι μελετᾷ,
τὸν ζωῆς κρατοῦντα παλάμῃ·
ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας».
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου