«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 19 Ιουνίου 2021

Ψυχοσάββατον

 


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν, Πεντηκοσταρίου
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ' αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.
 

Στίχοι
Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.


Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς,

 καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, Ἀμήν.


Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Σὺν Ἀγγέλοις ἐπὶ θρόνου Σῶτερ δόξης σου 

ὅταν ἐλεύσῃ κρῖναι τὴν γῆν, ψυχὰς δούλων σου, 

τῆς σῆς πλῆσον θείας χαρμονῆς, 

τοῦ ψάλλειν ἀπαύστως καὶ βοᾶν· 

Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐν σπαράγμασι θηρῶν Χριστὲ τοὺς θνήξαντας, 

καὶ οὓς ἰχθὺς ἐμέλισεν, οὓς κατέχωσε συσσεισμός, 

καὶ βόθρος καὶ κρημνός, τοὺς πάντας ἐλέησον Σωτήρ,

 καὶ τῆς ἐκεῖθεν ἀπειλῆς, ῥῦσαι ὡς εὔσπλαγχνος.

Ξίφη, μάχαιρα, καὶ πῦρ, δεινῶν ἐπίτασις, 

καὶ λίθων ἡ κατάλυσις, οὓς ἠνάλωσε σὺν λῃσταῖς, 

λιμός τε καὶ λοιμός, τῇ σῇ μετουσίᾳ καὶ χαρᾷ, 

σῶσον ὑμνεῖν σε εὐσεβῶς, τὸν τῶν Πατέρων Θεόν.

 
Θεοτοκίον
Μόνη πέφυκας ἁγνὴ τοῦ κόσμου γέφυρα, 

μετάγουσα βροτοὺς πρὸς Θεόν, τοὺς τὸν βίον οὖν, 

τῇ πρὸς σὲ ἐλπίδι καὶ στοργῇ, τελέσαντας, 

Μῆτερ τοῦ Θεοῦ, 

πάσης ἀνάγκης καὶ φθορᾶς σῷζε πρεσβείαις σου.

 
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, 

Ἄγγελος τοῖς Ὁσίοις Παισί, 

τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ,

τὸν τύραννον ἔπεισε βοᾶν· 

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». 

  

Δοξαστικὸν
Ἦχος β'
Ὡς ἄνθος μαραίνεται καὶ ὡς ὄναρ παρέρχεται, 

καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, 

νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, 

πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός, 

τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, 

ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς 

τὰ τουτων ἐγκλήματα παριδὼν ἀγαθέ. 

 

Πηγές: Μηναῖον Ἰουνίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: