Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ πατρός σου τὴν πλάνην λιποῦσα πάνσεμνε,
τῆς εὐσεβείας ἐδέξω τὴν θείαν ἔλλαμψιν,
καὶ νενύμφευσαι Χριστῷ ὡς καλλιπάρθενος·
ὅθεν ἠγώνισαι στερρῶς, καὶ καθεῖλες τὸν ἐχθρόν,
Χριστῖνα Μεγαλομάρτυς.
Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον Ἦχος δ’. Ὁ ὑψωθεῖς.
Φωτοειδὴς
περιστερὰ άνεδείχθης,
πτέρυγας ἔχουσα χρυσᾶς, καὶ εἰς ὕψος,
τῶν οὐρανῶν κατέπαυσας Χριστῖνα σεμνή·
ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν,
πόθῳ προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην
ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς,
ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.
Μεγαλυνάριον.
Κάλλει
διαπρέπουσα τῆς σαρκός,
τῆς ψυχῆς τὸ κάλλος, καθιέρωσας τῷ Χριστῷ·
σὺ γὰρ ὦ Χριστῖνα, τὴν πλάνην ἐβδελύξω,
καὶ ὑπὲρ φύσιν ἄθλων, ἤγειρας τρόπαια.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου