«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 6 Οκτωβρίου 2021

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ

 


 

 Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ.


Στίχοι
Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,
Πλευρὰν ὑπὲρ σοῦ νύττεται Θωμᾶς Λόγε.
Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς ἁγίας μάρτυρος Ἐρωτηΐδος.


Στίχοι
Ἐρωτηΐδα πυρπολοῦσι παρθένον,
Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην.

Ὁ ἅγιος νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει τελειοῦται κατὰ τὸ ἔτος 1590.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου
Ἦχος δ'. 
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ

Μετὰ τῆς ἄνω, χοροστασίας ὡς Ἀπόστολος,   

χαίρων συγχορεύεις Μάκαρ ἐν οὐρανοῖς,

 ἀναμέλπεις τε γηθόμενος, 

Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Ἀπὸ περάτων, ἕως περάτων ὁ σὸς διέδραμε, 

φθόγγος καὶ ῥημάτων θείων ἡ προφορά, 

τοὺς κραυγάζοντας παιδεύουσα. 

Εὔλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Ναὸς ἐγένου, σὺ τῆς Τριάδος παναοίδιμε· 

ὅθεν καὶ ναούς, εἰδώλων τε καὶ βωμούς, 

ἀπεκάθηρας Ἀπόστολε, ναοὺς δὲ ἤγειρας 

εἰς ὑμνῳδίαν, καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ.


Θεοτοκίον
Νόμου δουλείας, τῇ σῇ γεννήσει λελυτρώμεθα· 

σὺ γὰρ Θεοτόκε τὸν ἐλευθερωτήν,

 ἀπειράνδρως ἡμῖν τέτοκας,

 Εὐλογημένη σὺ ἐν γυναιξίν, 

ὑπάρχεις πανάμωμε. 

 

Πηγή:  glt.goarch.org

Δεν υπάρχουν σχόλια: