Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐργάτης
γενόμενος, τῆς ἀρετῆς ἐκ παιδός,
θαυμάτων ἐπλούτησας, τὴν δωρεὰν ἐκ Χριστοῦ,
σοφὲ Πολυχρόνιε·
ὅθεν ἱερατεύσας, τῷ Θεῷ θεοφρόνως,
ἤθλησας καὶ καθεῖλες, τοῦ Ἀρείου τὴν πλάνην·
διὸ Ἱερομάρτυς, ἀξίως δεδόξασαι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἱερεὺς
θεόληπτος Πάτερ ἐδείχθης,
καὶ στερρῶς ἐνήθλησας, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ·
διὸ ἀξίως δεδόξασαι, Ἱερομάρτυς σοφὲ Πολυχρόνιε.
Μεγαλυνάριον.
Ἀρετῆς
ἐργάτης ὢν ἐκ παιδός,
τῆς ἱερωσύνης, ἀνεδείχθης στήλη λαμπρά,
καὶ ὑπὲρ τῆς δόξης, Χριστοῦ ἤθλησας χαίρων,
ἐκχέας σου τὸ αἷμα, ὦ Πολυχρόνιε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου