«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 13 Οκτωβρίου 2021

Τῆς Ἁγίας Παρθενομάρτυρος Χρυσῆς

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
Σκεῦος χρύσεον, τῆς παρθενίας,

καὶ ἀκήρατος, νύμφη Κυρίου, 

ἐχρημάτισας Χρυσῆ καλλιπάρθενε· 

τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάττουσα, 

ὐπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· 

Μάρτυς ἔνδοξε, ἱκέτευε τὸν Νυμφίον σου, 

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Χρυσωθεῖσα Πνεύματι, Τῷ Παναγίῳ, 

τὴν ἁγνείαν ἄφθορον, τὴν σὴν ἐτήρησας Χριστῷ, 

καὶ ὑπὲρ φύσιν ἠγώνισαι, 

παρθενομάρτυς, Χρυσῆ ἀξιάγαστε.



Μεγαλυνάριον.
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ,

 τὴν κεχρυσωμένην, σώματί τε καὶ τῇ ψυχῇ, 

Χρυσῆν τὴν ἁγίαν, αἰνέσωμεν βοῶντες· 

χαῖρε νύμφη Κυρίου, ἁγνὴ καὶ πάγχρυσε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: