Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον
ἅμιλλαν, διατυπῶν ἐν σαρκί,
ἐπίγειον αἴνεσιν, τῷ ἐν ὑψίστοις Θεῶ,
πανσόφως συνήρμοσας,
σὺ γὰρ ὥσπερ κιθάρα, τῆς εὐσήμου σοφίας,
ᾔνεσας ὑψηγόρως, τοῦ Σωτῆρος τὴν δόξαν.
Διό σε Κοσμᾶ θεηγόρε, ὕμνοις γεραίρομεν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Κεκοσμημένος ἀρεταῖς Κοσμᾶ θεόπνευστε
Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ κόσμος γεγένησαι
Καὶ τοῖς ᾄσμασιν ἐκόσμησας ταύτην μάκαρ.
Ἀλλὰ πρέσβευε πρὸς Κύριον τοῦ ῥύεσθαι
Ἐκ παντοίων μηχανῶν τοῦ πολεμήτορος
Τοὺς σοὶ κράζοντας, χαίροις Πάτερ τρισόλβιε.
Μεγαλυνάριον.
Χαίροις
ὁ κοσμήτωρ τῶν ἑορτῶν,
ὁ ἐνθέως ᾄσας, ὥσπερ ἄλλος νέος Δαβίδ,
ἐν τῇ Ἐκκλησίᾳ, Κοσμᾶ τῇ τῶν Ὁσίων,
Χριστοῦ τὰ μεγαλεῖα, τοῦ σὲ δοξάσαντος.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου