Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Στίχοι
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
Στίχοι
Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,
Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.
Στίχοι
Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,
Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.
Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,
Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.
Στίχοι
Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,
Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς
Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.
Στίχοι
Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,
Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,
Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.
Στίχοι
Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,
Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου καὶ
Ἐλαδίου λαϊκοῦ. Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,Ἐπισκιωθὲν τοῦ
Θεοῦ μεταφρένοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου