Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου Ἐπισκόπου, τοῦ Ὁμολογητοῦ.
Στίχοι
Λύπας ἐνεγκὼν σῆς χάριν σκιᾶς, Λόγε,
Βίου σκιώδους Ἰάκωβος ἡρπάγη.
Κρύψαν ὑπὸ χθόνα εἰκαδ' Ἰάκωβον κατὰ πρώτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος καὶ Δομνίνου.
Στίχοι
Τμηθεὶς Φιλῆμον, καὶ Δομνῖνον σὸν φίλον,
Φιλεῖν κεφαλῆς τὴν τομὴν ἀπειργάσω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βηρίλλου, ἐπισκόπου Κατάνης.
Στίχοι
Διπλᾶ θανὼν εὕρατο Βήριλλος στέφη,
Ὡς κυριεύσας καὶ παθῶν καὶ δαιμόνων.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Σεραπίων, ὁ ἀπὸ Σιδῶνος, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Δοὺς πάντα χερσὶν ἐνδεῶν Σεραπίων,
Τέλος δίδωσι καὶ τὸ Πνεῦμα Κυρίῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου