Ἡ Ὁσία Θεοδώρα ἡ ἐν Θεσσαλονίκῃ |
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος Οὐϊκτωρίνου, Παππίου, Σεραπίωνος καὶ Νικηφόρου.
Στίχοι
Σπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,
Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ᾑμων Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ.
Στίχοι
Θεσσαλονίκη, σχοῦσα καλὰ μυρία,
Καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ Διδύμου.
Στίχοι
Σὺν τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ,
Φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θέρμου.
Στίχοι
Θέρμην ἔρωτος ἐνθέου Θέρμος φέρων,
Θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων γυναικῶν κυρίας καὶ δούλης.
Στίχοι
Ἐχρῆν ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,
Ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πομπηΐου.
Στίχοι
Ὡς ζῶν πρόβατον Πομπήϊε Κυρίου,
Χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων πίσσαν χρισθείς, καὶ εἰς πῦρ βληθείς, καὶ δόρατι ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.
Στίχοι
Ἆθλος τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.
Οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου καὶ Τερεντίου.
Στίχοι
Ἴσου μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων τῶν ἀπὸ Λέσβου.
Στίχοι
Ἀθληφόρους τίθησι Λεσβίας κόρας,
Μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Άπριλίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου