«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 24 Ιουνίου 2022

Τοῦ Γενεθλίου τοῦ Τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.


  

Κανών β', ᾨδὴ η', τοῦ Προδρόμου
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Φίλος καὶ Ἀπόστολος τοῦ Κτίστου 

καὶ κήρυξ καὶ Βαπτιστὴς καὶ θεῖος Πρόδρομος, 

μάρτυς καὶ διδάσκαλος, μεσίτης καὶ ἄγγελος, 

καὶ λειτουργὸς καὶ πρεσβευτὴς ἡμῶν πανεύφημε, 

ὑπάρχων, ἐκ τῆς στείρας προῆλθες,

 ταῦτα προμηνύων, ἐν λόγοις τε καὶ ἔργοις.


Ἤνοικται ταμεῖα τῶν χαρίτων, 

τῆς Νέας τε Διαθήκης Χριστοῦ Πρόδρομε,

καὶ θυσιῶν ἔθιμα, ἐν τῇ ἀποτέξει σου,

τῶν παλαιῶν ἐκλείσθησαν καὶ ἀπεπαύθησαν· 

ὁ νέος δὲ λαὸς ἀναμέλπει, 

καὶ ὑπερυψοῖ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὡς ἄνθη τερπνὰ τοῦ θείου λόγου, 

συμπλέξαντες ἐγκωμίων σοι τὸν στέφανον, 

σήμερον προσάγομεν, Πρόδρομε πανεύφημε, 

καὶ εὐχαρίστως κράζομεν τῷ στεφοδότη Χριστῷ· 

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε 

αὐτὸν εἰς τοὺς αἰῶνας.
 

Θεοτοκίον

Ὁ πρώην δεσμὸς τῆς ἀφωνίας, 

ἐλύθη Παρθένε τῇ κυήσει σου, 

καὶ χείλη ἠνοίγησαν, εἰς αἶνον τοῦ τόκου σου, 

αὐτίκα τῶν ποθούντων σε, καὶ ἐκβοώντων αὐτῷ· 

Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε 

εἰς πάντας τοὺς αἰῶνας.


Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

 

Πηγή: Μηναῖον Ἰουνίου &  glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: