Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Στίχοι
Φρονοῦσ' ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα,
Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.
Τῇ δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ.
Στίχοι
Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Μνήμη
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα
ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰουλίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου