«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 7 Ιουλίου 2022

Τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς

  


 

 

Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν λόγον ΤΟ ΑΚΟΥΤΕ
σχυροτάτῃ Παρθένε, πρὸς Θεὸν πεποιθήσει, 

θηρίων τὰς ὁρμὰς καὶ τοῦ πυρός, 

καὶ τῶν βασάνων τοῦ σώματος, 

τὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίῳ λογισμῷ· 

διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.



Ὡραιοτάτῳ νυμφίῳ, ὡραιότατον κάλλος, 

της σῆς διευτρεπίζουσα ψυχῆς, 

τὴν παρθενίαν ἀκήρατον, διετήρησας Μάρτυς, 

καὶ τούτῳ τῶν μελῶν τοὺς αἰκισμούς, 

ὥσπερ προῖκα προσῆξας, Κυριακὴ πανεύφημε.



Σοῦ τὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον,

 ἰάσεων πηγάζει ποταμούς, τοῖς εὐσεβῶς προσπελάζουσι, 

καὶ παθῶν ἀπελαύνει, τὸν ῥύπον καὶ βυθίζει πονηράς,

 τῶν δαιμόνων ἐφόδους, Κυριακὴ Θεόνυμφε.



Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, 

ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, 

καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας Παρθένε, καὶ πόθῳ μακαρίζοντας.


Θεοτοκίον
Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, 

Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, 

φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα 

παθῶν, καὶ παντοίων κινδύνων, καὶ πάσης περιστάσεως.

 

Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: