Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἡ
δυὰς ἡ ἁγία καὶ θεοτίμητος,
Ἰωακεὶμ καὶ ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς,
ἀνυμνείσθωσαν φαιδρῶς ᾀσμάτων κάλλεσιν·
οὗτοι γὰρ ἔτεκον ἡμῖν, τὴν τεκοῦσαν ὑπὲρ νοῦν,
τὸν ἄσαρκον βροτωθέντα, εἰς σωτηρίαν τοῦ κόσμου,
μεθ’ ἧς πρεσβεύουσι σωθῆναι ἡμᾶς.
Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Τὸ
ζεῦγος τὸ σεπτόν, Ἰωακείμ τε καὶ Ἄννα,
χορεύουσι φαιδρῶς, παρ’ ἐλπίδα τεκόντες,
τὸ ὄρος τὸ ἅγιον, τὴν νεφέλην τὴν ἔμψυχον,
τὴν περίοπτον, τοῦ Βασιλέως καθέδραν·
ὧν τῆς χάριτος, πνευματικῶς κοινωνοῦντες,
Χριστὸν
μεγαλύνωμεν.
Ἕτερον Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως,
λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον,
συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον,
ἐκ νηδύος αὐτῆς τοὶς βροτοίς,
τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.
Μεγαλυνάριον.
Τέρπεται
ἡ Ἄννα θεοπρεπῶς,
κρατοῦσα ὡς βρέφος, τὴν τεκοῦσαν τὸν Ποιητήν·
σὺν αὐτῇ δὲ χαίρει, Ἰωακεὶμ ὁ θεῖος·
ὧν τῇ χαρᾷ ὡς δῶρον, τὸν ὕμνον ᾄσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου