«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 3 Σεπτεμβρίου 2018

Περὶ προσευχῆς - Ἅγιος Νεκτάριος Ἐπίσκοπος Πενταπόλεως

Προσευχή

Τὸ κύριο ἔργο τοῦ ἀνθρώπου εἶναι ἡ προσευχή. Ὁ ἄνθρωπος πλάστηκε γιὰ νὰ ὑμνεῖ τὸ Θεό. Αὐτὸ εἶναι τὸ ἔργο ποὺ τοῦ ἁρμόζει. Αὐτὸ μόνο ἐξηγεῖ τὴν πνευματική του ὑπόσταση. Αὐτὸ μόνο δικαιώνει τὴν ἐξέχουσα θέση του μέσα στὴ δημιουργία. Ὁ ἄνθρωπος πλάστηκε γιὰ νὰ λατρεύει τὸ Θεὸ καὶ νὰ μετέχει στὴ θεία Του ἀγαθότητα καὶ μακαριότητα.

Ὡς εἰκόνα τοῦ Θεοῦ ποὺ εἶναι, λαχταράει γιὰ τὸ Θεὸ καὶ τρέχει μὲ πόθο νὰ ἀνυψωθεῖ πρὸς Αὐτόν. Μὲ τὴν προσευχὴ καὶ τὴν ὑμνωδία εὐφραίνεται. Τὸ πνεῦμα του ἀγάλλεται καὶ ἡ καρδιά του σκιρτάει. Ὅσο περισσότερο προσεύχεται, τόσο ἡ ψυχή του ἀπογυμνώνεται ἀπὸ τὶς κοσμικὲς ἐπιθυμίες καὶ γεμίζει ἀπὸ τὰ οὐράνια ἀγαθά. Καὶ ὅσο ἀποχωρίζεται τὰ γήινα καὶ τὶς ἡδονὲς τοῦ βίου, τόσο περισσότερο ἀπολαμβάνει τὴν οὐράνια εὐφροσύνη. Ἡ δοκιμὴ καὶ ἡ πείρα μᾶς ἐπιβεβαιώνουν τὴν ἀλήθεια αὐτή.

Ὁ Θεὸς εὐαρεστεῖται στὶς προσευχὲς ἐκεῖνες ποὺ προσφέρονται μὲ τὸν πρέποντα τρόπο, δηλαδὴ μὲ συναίσθηση τῆς ἀτέλειας καὶ τῆς ἀναξιότητός μας. Γιὰ νὰ ὑπάρξει ὅμως τέτοια συναίσθηση, ἀπαιτεῖται τέλεια αὐταπάρνηση τοῦ κακοῦ μας ἑαυτοῦ καὶ ὑποταγὴ στὶς ἐντολὲς τοῦ Θεοῦ, ἀπαιτεῖται ταπείνωση καὶ ἀδιάλειπτη πνευματικὴ ἐργασία.

Ἀναθέστε ὅλες τὶς φροντίδες σας στὸ Θεό. Ἐκεῖνος προνοεῖ γιὰ σᾶς. Μὴ γίνεστε ὀλιγόψυχοι καὶ μὴν ταράζεστε. Αὐτὸς ποὺ ἐξετάζει τὰ ἀπόκρυφα βάθη τῆς ψυχῆς τῶν ἀνθρώπων, γνωρίζει καὶ τὶς δικές σας ἐπιθυμίες καὶ ἔχει τὴ δύναμη νὰ τὶς ἐκπληρώσει ὅπως Αὐτὸς γνωρίζει. Ἐσεῖς νὰ ζητᾶτε ἀπὸ τὸ Θεὸ καὶ νὰ μὴ χάνετε τὸ θάρρος σάς. Μὴ νομίζετε ὅτι, ἐπειδὴ ὁ πόθος σας εἶναι ἅγιος, ἔχετε δικαίωμα νὰ παραπονιέστε, ὅταν οἱ προσευχές σας δὲν εἰσακούονται. Ὁ Θεὸς ἐκπληρώνει τοὺς πόθους σας μὲ τρόπο ποὺ ἐσεῖς δὲν γνωρίζετε. Νὰ εἰρηνεύετε λοιπὸν καὶ νὰ ἐπικαλεῖστε τὸ Θεό.

Οἱ προσευχὲς καὶ οἱ δεήσεις ἀπὸ μόνες τους δὲν μᾶς ὁδηγοῦν στὴν τελειότητα. Στὴν τελείωση ὁδηγεῖ ὁ Κύριος, ποὺ ἔρχεται καὶ κατοικεῖ μέσα μας, ὅταν ἐμεῖς ἐκτελοῦμε τὶς ἐντολές Του. Καὶ μία ἀπὸ τὶς πρῶτες ἐντολὲς εἶναι νὰ γίνεται στὴ ζωή μας τὸ θέλημα ὄχι τὸ δικό μας, ἀλλὰ τοῦ Θεοῦ. Καὶ νὰ γίνεται μὲ τὴν ἀκρίβεια ποὺ γίνεται στὸν οὐρανὸ ἀπὸ τοὺς ἀγγέλους. Γιὰ νὰ μποροῦμε κι ἐμεῖς νὰ λέμε: «Κύριε, ὄχι ὅπως ἐγὼ θέλω, ἀλλ᾿ ὅπως Ἐσύ, «γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς»». Χωρὶς λοιπὸν τὸ Χριστὸ μέσα μας, οἱ προσευχὲς καὶ οἱ δεήσεις ὁδηγοῦν στὴν πλάνη.

Ἅγιος Νεκτάριος Ἐπίσκοπος Πενταπόλεως  

Πηγή: ἐδῶ

Κυριακή 2 Σεπτεμβρίου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΔ΄ Ματθαίου

Ἡ παραβολὴ τῶν βασιλικῶν γάμων

 Κατὰ Ματθαῖον, κβ΄ 2-14.

2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 

3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 

4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 

5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 

6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 

7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 

8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 

9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 

10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 

11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 

12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 

13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 

14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

Ἰησοῦ Χριστοῦ λόγοι.

Πηγές: Καινὴ Διαθήκη, σελ. 95-96 & myriobiblos.gr. 


Ἀνάλυση τοῦ Εὐαγγελίου:  ἐδῶ 

Ἀπόστολος τῆς Κυριακῆς ΙΔ΄ Ματθαίου



Β΄Κορινθ., α΄ 21- β΄ 4. 

21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 

22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 

23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 

24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

β1 Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. 

2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 

3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ' ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 

4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. 

Ἅγιος Ἀπόστολος Παῦλος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 711-712 & myriobiblos.gr.

Σάββατο 1 Σεπτεμβρίου 2018

Τῶν Ἁγίων 40 Παρθενομαρτύρων


Στιχηρὰ ἰδιόμελα τῶν ἁγίων. Ἦχος α΄.
Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν ἁγίων, 
ὅσιοι καὶ μάρτυρες πανηγυρίζουσι· 
τεσσαράκοντα γὰρ κόραι ἀσκήσει καὶ ἀθλήσει λελαμπρυσμέναι
 σὺν τῷ διδασκάλῳ αὐτῶν 'Αμμοὺν 
τὸν ὄφιν κατεπάτησαν καὶ νικηφόροι εἰσῆλθον 
εἰς παστάδα οὐράνιον· 
αὐτῶν πρεσβείαις, Κύριε, 
τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου 
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
῏Ηχος β΄.
Δεῦτε, ἅπαντες πιστοί, 
τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν· 
τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι 
ἄσβεστον ἐτήρησαν τὴν λαμπάδα 
καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον· 
διὸ παριστάμεναι τῷ θρόνῳ τοῦ Παντάνακτος 
ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος γ΄.
Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων· 
καὶ μεγαλύνθητι, ἡ 'Εκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων· 
πᾶσαν πλάνην γὰρ τῶν εἰδώλων πατήσασαι 
τὸν Χριστὸν γενναίως ὡμολόγησαν· 
οὐ τὸ πῦρ ἐδειλίασαν, οὐ τὸ ξίφος, 
οὐ πᾶσαν ἄλλην βάσανον· 
ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν 
ἐλάλει ἡ χάρις τοῦ Παρακλήτου· 
διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι 
ἱκετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄.
Μελωδικῶς εὐφημήσωμεν, πιστοί, 
τῶν τεσσαράκοντα παρθένων καὶ μαρτύρων 
σήμερον τὴν μνήμην καὶ ἐναρμόνιον μέλος
ᾄδοντες εἴπωμεν· χαίρετε 'Αδαμαντίνη, '
Αθηνᾶ, 'Ακριβή, 'Αντιγόνη καὶ 'Αριβοία· 
χαίρετε 'Ασπασία, 'Αφροδίτη, Διόνη, 
Δωδώνη, 'Ελπινίκη, 'Ερασμία, 'Ερατώ, 
'Ερμηνεία καὶ Εὐτέρπη· 
χαίρετε Θάλεια, Θεανώ, Θεανόη, 
Θεονύμφη καὶ Θεοφάνη, Καλλιρρόη, 
Καλλίστη καὶ Κλειώ, Κλεονίκη, 
Κλεοπάτρα καὶ Κοραλία· 
χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη,
Μελπομένη, Μόσχω, Οὐρανία, 
Πανδώρα καὶ Πηνελόπη· 
χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ, 
Τερψιχόρη καὶ Τρωάς, Χάιδω καὶ Χαρίκλεια· 
πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως ἀντιδοῦσαι ἡμῖν 
τὸ τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.
Πηγή: http://glt.goarch.org



Ὁ Ὑπέροχος ὕμνος πρὸς τὴν ἐνάρετον, σώφρονα καὶ ἐργατικὴν σύζυγον - Προφητάναξ Σολομών



Παροιμιῶν τὸ ἀνάγνωσμα (31,10-25), 
10 Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, 
11 θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· 
12 ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. 
13 Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. 
14 Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, 
15 καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· 
16 θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. 
17 Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. 
18 Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.
19 Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. 
20 Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, 
21 οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. 
22 Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, 
23 περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. 
24 Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. 
25 Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. 
Παροιμίες Σολομώντος 

Πηγές: Παλαιά Διαθήκη, τόμος 12ος,  σελ. 308-310 &  http://glt.goarch.org

Παρασκευή 31 Αυγούστου 2018

Νουθεσίες - Ἅγιος Ἀμφιλόγχιος Μακρής


* Νὰ γίνετε ἄνθρωποι ἄξιοι τῆς ἄνω Ἱερουσαλήμ.

* Ἡ χάρη τοῦ Παναγίου Πνεύματος κάνει τὸν ἄνθρωπο νὰ ἐκπέμπει ἀκτίνες. Πρέπει ὅμως ὁ ἄλλος νὰ ἔχει καλὸ δέκτη γιὰ νὰ τὸ καταλάβει.

* Πρέπει νὰ ἔχουμε στὸν οὐρανὸ τὰ βλέμματά μας. Τότε δὲ θὰ μᾶς κλονίζει τίποτε.

* Παρακαλῶ τὸν Θεὸ νὰ σᾶς ἁγιάσει, νὰ σᾶς ὁδηγήσει στὸν Παράδεισο. Αὐτὴν τὴν προίκα παρακαλῶ νὰ σᾶς δώσει ὁ Κύριος.

* Ὅσο ὁ ἄνθρωπος ἀγαπάει τὸ Θεό, τόσο ἔχει ἀγάπη καὶ γιὰ τοὺς ἀνθρώπους. Τοὺς ἀγαπάει σὰν εἰκόνες Θεοῦ, μὲ σεβασμό, λεπτότητα καὶ ἁγιασμό.

Ἅγιος Ἀμφιλόχιος Μακρὴς ὁ ἐν Πάτμῳ

Πηγή: ἐδῶ 

Πέμπτη 30 Αυγούστου 2018

Οἱ πέντε αἰσθήσεις τῆς ἀσκήσεως - Ὅσιος Νικήτας Στηθάτος

Ἀγρυπνία στὴν Ἱ.Μ.Μ. Βατοπαιδίου - Ἅγιον Ὄρος


Πέντε εἶναι οἱ αἰσθήσεις τῆς ἀσκήσεως:

ἀγρυπνία, μελέτη, προσευχή, ἐγκράτεια καὶ ἡσυχία.

Ὅποιος συνέδεσε τὶς αἰσθήσεις του μ᾿ αὐτές, 

τὴν ὅραση δηλαδὴ μὲ τὴν ἀγρυπνία, 

τὴν ἀκοὴ μὲ τὴ μελέτη, 

τὴν ὄσφρηση μὲ τὴν προσευχή, 

τὴ γεύση μὲ τὴν ἐγκράτεια, καὶ

τὴν ἀφὴ μὲ τὴν ἡσυχία, 

γρήγορα καθαρίζει τὸ νοῦ τῆς ψυχῆς του καὶ

ἀφοῦ μὲ αὐτὲς τὸν λεπτύνει, 

τὸν κάνει ἀπαθή καὶ διορατικό. 

Ὅσιος Νικήτας Στηθάτος 

Πηγή: Φιλοκαλία, Τόμος Δ΄, «Τὸ Περιβόλι τῆς Παναγίας», σελ.  76, κεφ. 91.

 

Τετάρτη 29 Αυγούστου 2018

Μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου




Κανών β', ᾨδὴ θ', τοῦ ἁγίου Προφήτου
Ἦχος πλ. δ'  Ἐξέστη ἐπὶ τοῦτῳ.

 
Φωνὴ βοῶντες ἔφυς ὦ Βαπτιστά· 
ἐκ Προφήτου Προφήτης γὰρ ἔλαμψας, 
ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε πᾶσι βοῶν,
καὶ τὸν Ἡρῴδην ἤλεγξας, 
πράττοντα ἀσέμνως τὰ ἀσελγῆ· 
διὸ καὶ τοῖς ἐν ᾍδῃ προέδραμες κηρύττων, 
τὴν βασιλείαν τοῦ Θεοῦ ἡμῶν.

Μητρὸς Ἡρῳδιάδος ἐκβιασθέν, 
ἀναιδέστατον κόριον ᾔτησε, 
τοῦ Βαπτιστοῦ, κάραν ἐκτμηθῆναι τὴν ἱεράν, 
τότε Ἡρῴδης τάχιστα, 
ἔδεσμα καθάπερ παρατεθέν, 
προστάττει ἐν τρυβλίῳ,
δοθῆναι ὥσπερ δῶρον, 
τούτου ἐλέγχουσαν ἄνοιαν.

Ὡς μάρτυς καὶ Προφήτης καὶ Βαπτιστής, 
ὡς φωνή τε καὶ λύχνος καὶ Ἄγγελος, ὑπὸ Θεοῦ, 
μείζων Προφητῶν τε μαρτυρηθείς, 
δυσώπησον τὸν Κύριον, 
ῥύσασθαι παντοίων ἐκ πειρασμῶν, 
καὶ βλάβης ἐναντίας,
τοὺς πόθῳ ἐκτελοῦντας, 
σοῦ τὴν φωσφόρον μνήμην Πρόδρομε.
 
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, 
ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, 
Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, 
ὃν ὁ Πατὴρ ἠρεύξατο, 
πάντων πρὸ αἰώνων ὡς ἀγαθός,
ὅν νῦν καὶ τῶν σωμάτων, 
ἐπέκεινα νοοῦμεν, 
εἰ καὶ τὸ σῶμα περιβέβληται.
 
Καταβασία
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, 
ἀγεωργήτως βλαστήσασα Χριστόν, 
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, 
πεφυτουργηται δένδρον.
 Διὸ νῦν ὑψουμένου, 
προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.


Πηγές: Μηναῖον Αὐγούστου, «Φῶς», σελ. 285-286 & http://glt.goarch.org

Τρίτη 28 Αυγούστου 2018

Μὲ τὴν αὐτογνωσία - Γέρων Ἰωσήφ ὁ Ἡσυχαστὴς



Mὲ τὴν αὐτογνωσία 

ὁ χριστιανὸς γίνεται 

πιὸ σοφὸς 

ἀπὸ τοὺς ἄλλους ἀνθρώπους. 

Παράλληλα ἔρχεται 

σὲ Ταπείνωση καὶ 

παίρνει χάρη 

ἀπὸ τὸν Κύριο. 


Γέρων Ἰωσὴφ ὁ Ἡσυχαστής, ὁ Ἁγιορείτης