«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 10 Σεπτεμβρίου 2018

Ὁ Ἅγιος Ἀντώνιος καὶ ὁ τσαγκάρης

 

Σχετικά με τὴν ἐνάρετη ζωὴ

1. Κάποια φορὰ τὴν ὥρα ποὺ ὁ ἅγιος Ἀντώνιος προσευχόταν στὸ κελί του, ἄκουσε μία φωνὴ ποὺ τοῦ ἔλεγε:
   «Ἀντώνιε, δὲν ἔφθασες ἀκόμη στὸ μέτρο τοῦ τάδε τσαγκάρη ποὺ ζεῖ στὴν Ἀλεξάνδρεια».

Σηκώθηκε τὸ πρωί, πῆρε τὸ βαΐτικο ραβδί του καὶ πῆγε νὰ τὸν βρεῖ. Ἔφθασε σὲ κεῖνο τὸ μέρος καὶ μπῆκε στὸ ἐργαστήριό του.
Ἐκεῖνος ὅταν τὸν εἶδε ταράχτηκε. Τοῦ λέει λοιπὸν ὁ Γέροντας:
   «Μίλησέ μου γιὰ τὶς πράξεις σου».

Ὁ τσαγκάρης εἶπε:
   «Δὲν ξέρω νὰ ἔχω κάνει ποτὲ κάτι καλό, παρὰ μόνο, μόλις σηκωθῶ τὸ πρωὶ νὰ καθίσω στὸ ἐργόχειρό μου, λέω ὅτι ὁλόκληρη ἡ πόλη αὐτή, ἀπὸ τὸν πιὸ μικρὸ μέχρι τὸν πιὸ μεγάλο, μπαίνουν στὴ Βασιλεία τοῦ Θεοῦ γιὰ τὶς ἐνάρετες πράξεις τους καὶ ὅτι μόνο ἐγὼ κληρονομῶ τὴν κόλαση γιὰ τὶς ἁμαρτίες μου. Τὸ βράδυ πάλι λέω τὰ ἴδια λόγια, πρὶν κοιμηθῶ».

Τ᾿ ἄκουσε αὐτὰ ὁ ἀββᾶς Ἀντώνιος καὶ εἶπε:
   «Ἀληθινά, σὰν καλὸς χρυσοχόος, ἐνῷ κάθεσαι στὸ σπίτι, ἀναπαυτικὰ κληρονόμησες τὴ Βασιλεία τῶν Οὐρανῶν. Ἐγὼ ὅλο μου τὸν χρόνο τὸν περνῶ στὴν ἔρημο, ὅμως, καθὼς δὲν ἔχω διάκριση, δὲν σὲ ἔφθασα».

Πηγή: ἐδῶ 

Κυριακή 9 Σεπτεμβρίου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς πρὸ Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

 Κατὰ Ἰωάννην γ΄ 13-17.

13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. 

14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,

15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 

16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 

17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.

Ἰησοῦ Χριστοῦ λόγοι 

Πηγές: Καινὴ Διαθήκη, σελ.: 377 & myriobiblos.gr  


Ἀπόστολος τῆς Κυριακῆς πρὸ Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ



Ἐπιστολὴ πρὸς Γαλάτας στ΄ 11-18.

 11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 

12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 

13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 

14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 

15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 

16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 

17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 

18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Πηγές: Καινὴ Διαθήκη, σελ. 765-766 & myriobiblos.gr


Σάββατο 8 Σεπτεμβρίου 2018

Τὸ γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας


 


Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Θεοτόκε, 
χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, 
Χριστὸς ὁ Θεὸς ἡμῶν· 
καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· 
καὶ καταργήσας τὸν θάνατον, 
ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον.

Κοντάκιον. Ἦχος δ’.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, 
καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου, 
ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ Γεννήσει σου. 
Αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, 
ἐνοχῆς τῶν πταισμάτων, 
λυτρωθεὶς ἐν τῷ κράζειν σοι· 
Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, 
καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.


Μεγαλυνάριον.
Σήμερον γεννᾶται περιφανῶς, 
ἐξ ἐπαγγελίας, ἡ Θεόνυμφος Μαριάμ, 
ἡ προορισθεῖσα, τῷ Λόγῳ πρὸς αἰώνων· 
ὑμνήσωμεν οὖν πάντες ταύτης τὴν γέννησιν.

Πηγή: synaxarion.gr 

Τὸ φῶς ποὺ διώχνει τὸ σκοτάδι - Ὅσιος Πορφύριος ὀ Καυσοκαλυβίτης






Ἡ Ἁγία Γραφή, 

οἱ βίοι τῶν Ἁγίων καὶ 

οἱ Πατέρες εἶναι τὸ φῶς 

ποὺ διώχνει 

τὸ σκοτάδι τῆς ψυχῆς. 


Ὅσιος Πορφύριος ὁ Καυσοκαλυβίτης


 

Παρασκευή 7 Σεπτεμβρίου 2018

ΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ - Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας ΙΩΗΛ

 
 
 
ΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ
 
(Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας ΙΩΗΛ)

   Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας διὰ τοῦ πάθους καὶ τῆς Ἀναστάσεώς σου τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὁ δι᾿ ὁράματος ἐν Τρωάδι (Πρ. 16,9) εἰπὼν τῷ Παύλῳ, «διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν», ὁ τὸν παλαιὸν Ἰσραὴλ πολλάκις βοηθήσας, ὁ σώσας τὴν Ἱερουσαλὴμ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ εἰπών, «Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ (Ζαχ. 1,16), ὁ ἐμπνεύσας τῷ Ἰούδᾳ τῷ Μακκαβαίῳ λαλῆσαι, «κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων» (Α΄ Μακκ. 3,59), ὁ κλαύσας ἐπὶ τὴν Ἱερουσαλήμ, τὴν κατὰ τὸ ἀνθρώπινον πατρίδα σου (Λκ. 19,41-44), ὁ προστατεύσας τὴν Ἑλλάδα, τὴν πατρίδα ἡμῶν «ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς» (πρβλ. Λκ. 1,71), ὁ ποιήσας τὸ ἔθνος ἡμῶν «ἔθνος ἅγιον καὶ λαὸν εἰς περιποίησιν» (πρβλ. Α΄ Πέτρ. 2, 9), ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ τῆς δεήσεως ἡμῶν.
   Διασκέδασον πάντα ἐχθρὸν καὶ πολέμιον ὡς καὶ πᾶσαν πονηρὰν βουλὴν καὶ μηχανὴν τῶν ἰσχυρῶν τῆς γῆς διὰ τὴν Ἑλληνικωτάτην Μακεδονίαν ἡμῶν. Φώτισον τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν ἀρχόντων ἡμῶν εἰς τὸ εἰδέναι τί τὸ συμφέρον διὰ τὴν Μακεδονίαν. Κραταίωσον αὐτοὺς πράττειν τὰ κράτιστα καὶ ἁρμόδια αὐτῇ. Ἐνδυνάμωσον τοὺς κατοίκους τῆς Μακεδονίας ἐν ταύταις ταῖς ἡμέραις τῆς θλίψεως αὐτῶν καὶ δὸς αὐτοῖς πνεῦμα δυνάμεως καὶ ἰσχύος εἰς τὸ ὑπερασπίζεσθαι τὸ ὄνομα τῆς πατρίδος ἡμῶν.
   Ἐπάκουσον τῆς φωνῆς τοῦ λαοῦ σου τοῦ ἀγωνιζομένου διὰ τὴν ἀκεραιότητα τῆς φιλτάτης ἡμῶν πατρίδος καὶ τὴν περιφρούρησιν τῆς Μακεδονίας. Ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν κακόνοιαν, δαιμονικὴν ἐνέργειαν, πρᾶξιν ἐπιζήμιον καὶ ἔργα ἐρεβώδη καὶ ἀνθελληνικά, ἐπιβουλεύοντα τῇ ὑποστάσει καὶ ἀξιοπρεπείᾳ τῆς Μακεδονίας ἡμῶν. Φυγάδευσον πάντα διχασμὸν καὶ ἐμφύλιον διαμάχην ἐκ τοῦ λαοῦ τοῦ ἀγωνιζομένου διὰ τὴν διάσωσιν τοῦ ὀνόματος καὶ τῆς ὑποστάσεως τῆς Μακεδονίας.
Ὅτι σὺ εἶ ὁ συστήσας τὰ ἔθνη καὶ τὰς ὁροθεσίας αὐτῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
 
Πηγή: ἐδῶ 

 
ΜΕΤΑΦΡΑΣΗ ΣΤΗΝ ΔΗΜΟΤΙΚΗ
 

Τετάρτη 5 Σεπτεμβρίου 2018

Γιὰ τὴν ἱερὴ καὶ θεοποιὸ προσευχὴ - Ἅγιος Συμεὼν Θεσσαλονίκης



Αὐτὴ λοιπὸν ἡ θεία προσευχή, ἡ ἐπίκληση τοῦ Σωτήρα μας, τὸ «Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με», εἶναι καὶ προσευχὴ καὶ εὐχὴ καὶ ὁμολογία τῆς πίστεως· παρέχει τὸ Ἅγιο Πνεῦμα, εἶναι χορηγὸς θείων δωρεῶν, κάθαρση τῆς καρδιᾶς, ἐκδίωξη τῶν δαιμόνων, κατοίκηση μέσα μας τοῦ Ἰησοῦ Χριστοῦ, πηγὴ πνευματικῶν ἐννοιῶν καὶ θείων λογισμῶν, ἀπολύτρωση ἀπὸ τὶς ἁμαρτίες, θεραπεία τῶν ψυχῶν καὶ τῶν σωμάτων, χορηγός τοῦ θείου φωτισμοῦ, βρύση τοῦ ἐλέους τοῦ Θεοῦ, δωρητὴς θείων ἀποκαλύψεων καὶ μυήσεων στὸν ταπεινό, καὶ τὸ μόνο σωτήριο, γιατί ἔχει τὸ σωτήριο ὄνομα τοῦ Θεοῦ μας, ποὺ εἶναι τὸ μόνο ὄνομα ποὺ μᾶς δόθηκε, τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὲν εἶναι δυνατὸ νὰ σωθοῦμε μὲ κανένα ἄλλο ὄνομα, ὅπως λέει ὁ Ἀπόστολος.

Τρίτη 4 Σεπτεμβρίου 2018

Τοῦ Ἁγίου Προφήτου Μωϋσέως τοῦ Θεόπτου





Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Γνόφον ἄϋλον, τεθεαμένος,
 νόμον ἔνθεον, πλαξὶν ἐδέξω, 
ὡς θεάμων μυστηρίων τοῦ Πνεύματος· 
καὶ καταπλήξας τὴν Αἴγυπτον θαύμασι, 
δημαγωγὸς Ἰσραὴλ ἐχρημάτισας. 
Μωσῆ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς θεωρὸν τῆς τοῦ Θεοῦ ἐνανθρωπήσεως
Καὶ μυστογράφον τῆς αὐτοῦ συγκαταβάσεως
Μακαρίζομεν Θεόπτα σε ἐπαξίως.
Ἀλλ’ ὡς πέφυκας μεσίτης ἀξιόθεος
Ἐκ παντοίων ἡμᾶς λύτρωσαι κακώσεων, Ἵνα κράζωμεν· χαίροις μάκαρ Μωσῆ σοφέ.

Μεγαλυνάριον.
Τὸν χρηματισθέντα ἐν τῷ Σινᾷ, 
καὶ ἐξαγαγόντα, ἐξ Αἰγύπτου τὸν Ἰσραήλ, 
τὸν ὑπερκοσμίων, ἐπόπτην θεαμάτων, 
Μωσέα τὸν θεόπτην, ὕμνοις τιμήσωμεν.

Πηγή: synaxarion.gr