«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 8 Σεπτεμβρίου 2018

Τὸ γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας


 


Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Θεοτόκε, 
χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, 
Χριστὸς ὁ Θεὸς ἡμῶν· 
καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· 
καὶ καταργήσας τὸν θάνατον, 
ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον.

Κοντάκιον. Ἦχος δ’.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, 
καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου, 
ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ Γεννήσει σου. 
Αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, 
ἐνοχῆς τῶν πταισμάτων, 
λυτρωθεὶς ἐν τῷ κράζειν σοι· 
Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, 
καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.


Μεγαλυνάριον.
Σήμερον γεννᾶται περιφανῶς, 
ἐξ ἐπαγγελίας, ἡ Θεόνυμφος Μαριάμ, 
ἡ προορισθεῖσα, τῷ Λόγῳ πρὸς αἰώνων· 
ὑμνήσωμεν οὖν πάντες ταύτης τὴν γέννησιν.

Πηγή: synaxarion.gr