Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Γνόφον ἄϋλον, τεθεαμένος,
Γνόφον ἄϋλον, τεθεαμένος,
νόμον ἔνθεον, πλαξὶν ἐδέξω,
ὡς θεάμων μυστηρίων τοῦ
Πνεύματος·
καὶ καταπλήξας τὴν Αἴγυπτον θαύμασι,
δημαγωγὸς Ἰσραὴλ
ἐχρημάτισας.
Μωσῆ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς θεωρὸν τῆς τοῦ Θεοῦ ἐνανθρωπήσεως
Καὶ μυστογράφον τῆς αὐτοῦ συγκαταβάσεως
Μακαρίζομεν Θεόπτα σε ἐπαξίως.
Ἀλλ’ ὡς πέφυκας μεσίτης ἀξιόθεος
Ἐκ παντοίων ἡμᾶς λύτρωσαι κακώσεων,
Ἵνα κράζωμεν· χαίροις μάκαρ Μωσῆ σοφέ.
Μεγαλυνάριον.
Τὸν χρηματισθέντα ἐν τῷ Σινᾷ,
Τὸν χρηματισθέντα ἐν τῷ Σινᾷ,
καὶ ἐξαγαγόντα, ἐξ Αἰγύπτου τὸν Ἰσραήλ,
τὸν
ὑπερκοσμίων, ἐπόπτην θεαμάτων,
Μωσέα τὸν θεόπτην, ὕμνοις τιμήσωμεν.
Πηγή: synaxarion.gr