«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 23 Δεκεμβρίου 2018

Ἀπόστολος τῆς Κυριακῆς πρὸ Χριστοῦ Γεννήσεως



Ἐπιστολὴ πρὸς Ἑβραίους, ια΄ 9-10 & 32-40.

9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 

10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 

33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 

34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 

35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 

36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 

37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 

 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 

39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 

40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


Ἅγιος Ἀπόστολος Παῦλος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 961 & 964-965 & myriobiblos.gr 

Σάββατο 22 Δεκεμβρίου 2018

Παρασκευή 21 Δεκεμβρίου 2018

Στὸν πραγματικὸ Χριστιανό - Ἅγιος Ἰωάννης τῆς Κρονστάνδης



Στὸν πραγματικὸ Χριστιανὸ 

ὅλα πρέπει νὰ εἶναι διαφορετικά. 

Ὸ πλοῦτος νὰ εἶναι ψυχικὸς καὶ ἄφθαρτος, 

τὰ λόγια οὐράνια καὶ 

οἱ φίλοι πνευματικοὶ καὶ 

ὄχι σαρκικοί. 


Ἅγιος Ἰωάννης τῆς Κρονστάνδης 

Πέμπτη 20 Δεκεμβρίου 2018

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ίγνατίου τοῦ θεοφόρου


Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
  Θείῳ ἔρωτι ἐπτερωμένος,
 τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις, 
θεοφόρος ἀνεδείχθης Ἰγνάτιε· 
καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, 
πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. 
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι  ἡμῖν τὸ μέγα ἔλεος.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
  Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, 
προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα, 
τούτου γὰρ, διψῶν ἐκ πόθου κατατρυφῆσαι, 
ἔσπευσας, ὑπὸ θηρίων ἀναλωθῆναι· 
διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης, 
Ἰγνάτιε ἔνδοξε.



Μεγαλυνάριον.
  Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, 
Ἰγνάτιε Πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ, 
ἔσπευσας τεθνάναι, ὑπὸ θηρῶ ἀγρίων· 
διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.


Πηγή: synaxarion.gr

Τετάρτη 19 Δεκεμβρίου 2018

Τὸ φυσικὸ τοῦ ἀνθρώπου - Ὅσιος Παΐσιος ὁ Ἁγιορείτης


Ὅσο περισσότερο ζεῖ κανεὶς 

τὴν κοσμικὴ ζωή,

τόσο περισσότερο ἄγχος 

κερδίζει. 

Μόνο κοντὰ στὸν Χριστὸ 

κανεὶς ξεκουράζεται,

γιατὶ ὁ ἄνθρωπος 

εἶναι πλασμένος γιὰ τὸν Θεό! 

Ἐκεῖ εἶναι τὸ φυσικό του, 

νὰ βρίσκεται μὲ τὸν Θεό!


Ὅσιος Παΐσιος ὁ Ἁγιορείτης  

Τρίτη 18 Δεκεμβρίου 2018

Ὁ ἄνθρωπος νὰ ἐκλιπαρεῖ γιὰ συγνώμη - Ἅγιος Ἰουστῖνος Πόποβιτς


Μπροστὰ στὸν θάνατο οἱ ἄνθρωποι εἶναι ἀδύναμοι σὰν τὰ κουνούπια, σὰν τὰ πετραδάκια.
Γιὰ ποιὸ πρᾶγμα καυχᾶσθε ὦ ἄνθρωποι;
Γιὰ τὸν πλοῦτο, τὴν ἐπιστήμη, τὴν φιλοσοφία καὶ τὴν κουλτούρα;
Ὅλα αὐτὰ εἶναι σκύβαλα - σὺ καὶ ἐγὼ δοῦλοι τοῦ θανάτου! Κάθε ἄνθρωπος εἶναι δοῦλος τοῦ φόβου, δοῦλος τοῦ θανάτου.

Μπορεῖ νὰ γίνει ἄνθρωπος σὲ αὐτὸ τὸν κόσμο μὲ χαρά;
Ὄχι δὲν μπορεῖ.
Ὁ ἄνθρωπος ποὺ θὰ ἀντικρίσει σοβαρὰ τὸν ἑαυτό του καὶ μὲ σοβαρότητα θὰ κοιτάξει τὸν θάνατο σὰν τὸν ἔσχατο σταθμὸ αὐτῆς τῆς ζωῆς, αὐτὸς ὁ ἄνθρωπος δὲν ἔχει χαρὰ σὲ αὐτὸ τὸν κόσμο, δὲν ὑπάρχει γι' αὐτὸν καμιὰ ἀπόλαυση ἐδῶ. Ὅλες οἱ ἀπολαύσεις εἶναι ἕνα ψέμα, ἐὰν ὁ θάνατος ἀποτελεῖ γιὰ μένα καὶ γιὰ σένα τὸν τελευταῖο σταθμὸ αὐτοῦ τοῦ κόσμου.

Ποιὸς εἰσήγαγε τὸν θάνατο σὲ αὐτὸ τὸν κόσμο;
Ποιὸς ἄλλος ἀπὸ τὴν ἁμαρτία;
Στὸν ἄνθρωπο ἀνήκει δυστυχῶς, αὐτὸς ὁ γεμάτος ντροπὴ ρόλος αὐτῆς τῆς ζωῆς, τῆς εἰσαγωγῆς δηλ. τῆς ἁμαρτίας καὶ τοῦ θανάτου καὶ τοῦ διαβόλου σὲ αὐτὸ τὸν κόσμο.
Δὲν τὸ ἔπραξαν αὐτὸ μήτε οἱ τίγρεις μήτε οἱ ἀλεποῦδες, τὸ ἔπραξε ὁ ἄνθρωπος.
 
Γι' αὐτὸ καὶ ὁ ἄνθρωπος εἶναι πλάσμα ντροπιασμένο μπροστὰ σὲ ὅλα τὰ ζώα καὶ ὅλα τὰ φυτά καὶ ὅλα τὰ πετούμενα.
 
Πρέπει νὰ ντρέπεται ὁ ἄνθρωπος καὶ νὰ ἐκλιπαρεῖ γιὰ συγνώμη ἀπὸ τὸ κάθε πουλὶ γιὰ τὸ ὅτι αὐτὸς εἶναι ποὺ ἔφερε τὸν θάνατο στὸν κόσμο αὐτό, ἔφερε τὸν θάνατο καὶ στὰ πουλιά καὶ στὰ ζῶα καὶ στὰ φυτά.
 
Τὰ πάντα φθείρονται καὶ ἀποθνήσκουν.
Μέχρι πότε ὅμως;
Μέχρι τὴν ἀνάσταση τῶν νεκρῶν, ὅταν ὁ Κύριος θὰ κρίνει τὸν κόσμο καί, στὴ θέση τῆς παλαιᾶς γῆς, θὰ δώση καινὴ γῆ, ὅταν ὅλα θὰ γίνουν ἀθάνατα ἐπάνω της.

Αὐτὸ εἶναι κάτι ποὺ ἐμεῖς δὲν μποροῦμε μὰ οὔτε καὶ ξέρουμε νὰ τὸ συλλάβουμε, ἀλλὰ αὐτὸ εἶναι ἡ καλὴ εἴδηση τοῦ Κυρίου καὶ Χριστοῦ μας.

Ἅγιος Ἰουστῖνος Πόποβιτς 

Πηγή: orthodoxfathers.com

Κυριακή 16 Δεκεμβρίου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΑ΄ Λουκᾶ



Κατὰ Λουκᾶν, ιδ΄ 16-24, Μτθ. κβ΄ 14.

16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· 

17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. 

18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 

19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 

20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 

21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. 

22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. 

23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. 

24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.

 Πηγές: Καινὴ Διαθήκη, σελ. 322-323 & myriobiblos.gr


Ἀνάλυση:  ἐδῶ

Ἀπόστολος τῆς Κυριακῆς ΙΑ΄Λουκᾶ



Ἐπιστολὴ πρὸς Κολασσαεῖς, γ΄ 4-11.

4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 

5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 

6 δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 

7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 

8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 

9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 

10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, 

11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.


Ἅγιος Ἀπόστολος Παῦλος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 867 - 868 & myriobiblos.gr