«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 26 Ιουλίου 2018

Τὰ πνευματικὰ στολίδια τῆς Ὁσιομάρτυρος Παρασκευῆς - Ἅγιος Κοσμᾶς ὁ Αἰτωλὸς


    Τὰ πνευματικά στολίδια τῆς Ὁσιομάρτυρος Παρασκευῆς:

«Νὰ εἰποῦμεν καὶ διὰ τὴν καλὴν γῆν. Ἡ Ἁγία Παρασκευὴ ἦτο δώδεκα χρονῶν κόρη ἀπὸ γένος εὐγενικόν. 

Μείνασα ὀρφανή, ἐμοίρασεν ὅλην της τὴν περιουσίαν εἰς τοὺς πτωχοὺς καὶ μὲ αὐτὰ ἡγόρασε τὸν παράδεισον. Καὶ μετεχειρίζετο ὡς φτιασίδια τὰ δάκρυα, ἐνθυμούμενη τὰς ἁμαρτίας της. 
 
Ὡς σκουλαρίκια εἶχε τὰ ὦτα της ἀνοικτὰ διὰ ν’ ἀκούῃ τὰς Ἁγίας Γραφάς. 

Ὡς κορδόνι εἶχε τὰς πολλὰς νηστείας ὅπου ἔκαμνον τὸν λαιμόν της καὶ ἔλαμπεν ὡς ὁ ἥλιος.

Ὡς δακτυλίδια, τοὺς κόμβους τῶν δακτύλων της ἀπὸ τὰς πολλὰς μετανοίας ὅπου ἔκαμνεν. 

Ὡς χρυσοῦν ζωνάριον τὴν παρθενίαν ὅπου ἐφύλαξεν εἰς ὅλην της τὴν ζωήν. 

Ὡς φόρεμα τὴν ἐντροπήν ὁποὺ εἶχεν εἰς τὸν ἑαυτόν της καὶ ὁ φόβος τοῦ Θεοῦ ὁποὺ τὴν ἐσκέπαζεν.

Ἔτσι ἐστολίζετο ἡ Ἁγία. Ἀνίσως καὶ εἶνε κανένα κορίτσι καὶ θέλῃ νὰ στολίζεται, ἂς στοχασθῇ τί ἔκαμνεν ἡ Ἁγία, νὰ κάμνῃ καὶ ἐκείνη, ἂν θέλῃ νὰ σωθῇ. 

Ἔτσι, ἀδελφοί μου, ἡ Ἁγία Παρασκευὴ ἔμαθε γράμματα καὶ ἔγινε σοφωτάτη. Καὶ διὰ τὴν καθαρότητά της τὴν ἡξίωσεν ὁ Θεὸς καὶ ἔκαμνε καὶ θαύματα. 

Ἰάτρευε τυφλούς, κωφούς· ἀνέστησε νεκρούς… 

Αὐτὴ ἡ Ἁγία ἔκαμε τὰ ἐκατὸν κατὰ τὸν λόγον τοῦ Κυρίου».

Ἅγιος Κοσμᾶς ὁ Αἰτωλὸς 

Πηγή: Κοσμᾶς ὁ Αἰτωλὸς, Ἐπισκόπου Αὐγουστίνου Καντιώτη, «Σταυρός», σελ. 142.

Τετάρτη 25 Ιουλίου 2018

Τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης



Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, 
Ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· 
διὸ πρὸς λῆξιν οὐράνιον, 
ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, 
χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, 
πταισμάτων αἰτουμένη ἱλασμόν, ἀειμακάριστε.


Κοντάκιον  Ἦχος β’. Τὰ ἄνω ζητῶν.

        Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, 
        τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, 
                     τοῦ ῥυσθῆναι ἅπαντας, 
              ἀπὸ πάσης θλίψεως τοὺς κράζοντας· 
                     ὁ Θεὸς γενοῦ μεθ’ ἡμῶν, 
              ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.


Μεγαλυνάριον.
Χαίρουσα μετέστης πρὸς τὴν ζωήν, 
Ἄννα ὥσπερ μήτηρ, τῆς τεκούσης τὸν Ποιητήν. 
Ὅθεν τοὺς τιμῶντας, τὴν θείαν κοίμησίν σου, 
χαρᾶς τῆς ἀθανάτου, μετόχους ποίησον.

Πηγή: synaxarion.gr




 

Τρίτη 24 Ιουλίου 2018

Κὺριε Ἰησοῦ Χριστέ




Κύριε Ἰησοῦ Χριστέ, 
Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ,
ἐλέησον ὅλους τοὺς πυροπλήκτους ἀδελφοὺς ἡμῶν,
ἐνδυνάμωσέ τους μὲ τὴ θεία χάρη Σου, 
σκέπασον καὶ φύλαξον αὐτοὺς ἀπὸ πάσης περιστάσεως,
καὶ ἀνάπαυσὸν τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου. 
Ἀμὴν. 



Δευτέρα 23 Ιουλίου 2018

Τὸ καμίνι τῶν θλίψεων

 

  Τὸ καμίνι τῶν θλίψεων

Τὸ καμίνι τῶν θλίψεων, 

μετάβαλέ το εἰς δρόσον Κύριε, 

ἀξίωσέ μας νὰ μὴν πτοούμεθα 

ἀπὸ τὰ πυρὰ τῶν δυσκολιῶν μας, 

ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός,

ἂς στεκώμαστε καὶ ἐμεῖς 

ὅπως οἱ τρεῖς παίδες ψάλλοντες, 

«Ὁ τῶν Πατέρων ἡμῶν

Θεὸς εὐλογητὸς εἶ».

Κυριακή 22 Ιουλίου 2018

Τῆς Ἁγίας Παρθενομάρτυρος Μαρκέλλας




Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, 
τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαὶς εὐφημήσωμεν· 
τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ, 
ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, 
ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, 
τοῖς πρὸς αὐτὴν κραυγάζουσι· 
δόξα τῷ δεδωκότι σοι ἰσχύν, 
δόξα τῷ σὲ θαυμαστώσαντι, 
δόξα τῷ ἐνεργούντι διὰ σοῦ,
 πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρά σου ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα,
τῶν πιστῶν ἐφαίδρυνε, τὰς διανοίας ἐνθέως·
θάνατον, τοῦ ζῆν ἀνόμως προκρίνειν πάντας,
πείθουσα· καὶ γὰρ ἐτμήθης ξίφει τὴν κάραν, 
σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρός· ὢ δρᾶμα! 
ὑπὲρ τοῦ νόμου Χριστοῦ.

Μεγαλυνάριον.
Χλαῖναν παρθενίας πορφυραυγῆ, 
αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, 
φέρουσα Μαρκέλλα, τῷ Λόγῳ ἐνυμφεύθης, 
τιμηθεῖσα τῇ πατρῴᾳ, χειρὶ ὡς πάνσεμνος.

Πηγή: synaxarion.gr 

Εὐαγγέλιον τῆς Κυριακῆς Η΄ Ματθαίου



Κατὰ Ματθαῖον, ιδ΄14-22.


 14 Καὶ ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 

15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 

16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 

17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 

18 ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 

19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 

20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 

21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 

Ἅγιος Ἀπόστολος Ματθαῖος

Πηγή: Καινὴ Διαθήκη, σελ. 64-65 & myriobiblos.gr 

Ἀπόστολος τῆς Κυριακῆς Η΄Ματθαίου



Α΄ Κορινθίους α΄10-17

10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 

11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. 

12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. 

13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 

14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 

15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 

16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 

17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. 

Ἅγιος Ἀπόστολος Παῦλος  

Πηγές: Καινὴ Διαθήκη, σελ. 663, & myriobiblos.gr