«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 9 Δεκεμβρίου 2017

Ἡ σύλληψις τῆς Ἁγίας Ἄννης τῆς Μητρὸς τῆς Θεοτόκου



Ἦχος α΄. Γερμανοῦ.

Τὸ ἀπόρρητον τοῖς Ἄγγέλοις, 
καὶ ἀνθρώποις μεγαλεῖον, 
καὶ ἀπ᾿ αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον, 
σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται,
Μαρία ἡ Θεόπαις,  ἑτοιμαζομένη εἰς κατοικίαν, 
τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν·   
ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, 
ἀναβοώντες πρὸς αὐτὴν· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, 
ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, 
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Πηγή: Μηναῖον Δεκεμβρίου, «Φῶς», σελ. 115.

Τρίτη 5 Δεκεμβρίου 2017

Τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου


Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Σάββα θεόφρον, τῶν Ἀγγέλων ἰσοστάσιε, 
ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, 
Μαρτύρων Ἀποστόλων συγκληρονόμε, 
φῶς τὸ ἀνέσπερον, ὁ νῦν κατοικῶν, 
οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείας, 
τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, 
ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, 
καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, 
καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, 
Χριστὸν ἰκέτευε, Χριστὸν δυσώπει Ὅσιε, 
δωρηθῆναι τῇ Ἑκκλησίᾳ ὁμόνοιαν, εἰρήνην, 
καὶ μέγα ἔλεος. 

Πηγή: Μηναῖον Δεκεμβρίου , «Φῶς», σελ. 42.

Κυριακή 3 Δεκεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΔ΄Λουκᾶ

Ἡ θεραπεία τοῦ τυφλοῦ τῆς Ἱεριχοῦς


Κατὰ Λουκᾶν, ιη΄ 35-43.

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 

36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 

37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 

38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. 

39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 

40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 

41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 

42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 

43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

Πηγές: Καινὴ Διαθήκη, σελ. 328 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Σάββατο 2 Δεκεμβρίου 2017

Πῶς ἀπαλλάσσεται ὁ ἄνθρωπος ἀπὸ τὸ κακό; - Ὅσιος Πορφύριος


Ὁ ἄνθρωπος τοῦ Χριστοῦ 
πρέπει ν' ἀγαπήσει τὸν Χριστό, 
κι ὅταν ἀγαπήσει τὸν Χριστό, 
ἀπαλλάσσεται ἀπ' τὸν διάβολο, 
ἀπὸ τὴν κόλαση καὶ ἀπὸ τὸν θάνατο.

Ὅσιος Πορφύριος ὁ Καυσοκαλυβίτης

Δευτέρα 27 Νοεμβρίου 2017

Ὁ Ἅγιος Ἰάκωβος Τσαλίκης, ὁ ἐν Εὐβοίᾳ


Ἀπολυτίκιον, Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Διοράσεως ἔκτυπον καὶ σεμνότητος, 
μονῆς Δαβίδ τοῦ Ὁσίου,
 θαυματουργέ, προεστώς,
 ὁ ἀρότρῳ γεωργήσας τῆς ἀγάπης σου
κεχερσωμένας τοῦ λαοῦ, 
     θεοφόρητε, ψυχάς, 
 Ἰάκωβε πάτερ, ἄρτι,
 μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων 
 ὑπὲρ ἡμῶν τῶν σὲ καλούντων πιστῶς. 

    Δρος Χαραλάμπους Μ. Μπούσια 

Τιμοῦμε τὴν μνήμη του στὶς 22 Νοεμβρίου. 

Κυριακή 26 Νοεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΓ΄Λουκᾶ

Ὁ πλούσιος νεανίσκος

Κατὰ Λουκᾶν, ιη΄18-27.
 
18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 

19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 

20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 

21 ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 

22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 

23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 

24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 

25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 

26 εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 

27 ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.


Πηγές: Καινὴ Διαθήκη, σελ. 326-327 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Σάββατο 25 Νοεμβρίου 2017

Τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης τῆς Πανσόφου


Ὕμνοι ἐκ τῆς ζ΄& θ΄ ὠδῆς
Ὁ λόγος σου Πάνσοφε, 
πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, 
ἐξ εἰδωλομανίας, 
καὶ φωτοφόρους ἔδειξε Μάρτυρας,
μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας: 
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 

Ἐδέχθη σου Θεόφρον ἡ προσευχή·
τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας,
 κλῆσιν σεμνή, 
σώζει ὁ Δεσπότης ἐκ πειρασμῶν,
 καὶ εὐρωστίαν δίδωσι, 
νόσων ἀπαλλάττων παντοδαπῶν, 
ψυχῶν τε καὶ σωμάτων·
διὸ σὲ γεγηθότες, 
Αἰκατερῖνα μακαρίζομεν.  

Πηγή: Μηναῖον Νοεμβρίου, «Φῶς», σελ. 330&332. 

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου


Ἦχος δ΄. Ταχὺ προκατάλαβε. 


Ὁ Μάρτυς Μερκούριος, 
ἀγωνισάμενος, 
τὸν δόλιον ᾔσχυνε, 
καὶ στεφανίτης στερρός,
Χριστοῦ ἐχρημάτισεν· 
ὅθεν ταῖς οὐρανίαις, 
νῦν συνήφθη χορείαις, 
δόξης ἀδιαδόχου, 
ἐπαξίως μετέχων·
διὸ τὴν ἱερὰν αὐτοῦ, 
μνήμην τελοῦμεν πιστῶς. 

Πηγή: Μηναῖον Νοεμβρίου, «Φῶς», σελ. 325.  

Τρίτη 21 Νοεμβρίου 2017

Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου


Τροπάρια 

Ὕμνον ἐπάξιον πᾶσα, 
τῆ Θεοτόκῳ ἡ κτίσις, 
σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, 
ἀνακράζει βοῶσα· 
Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, 
δι᾿ ἢς ἐλυτρώθημεν πανάμωμε, 
τῆς ἀρχαίας κατάρας,
 γεγονότες ἀφθαρσίας κοινωνοί. 

Ἡ τῶν Ἁγίων Ἁγία,
 καὶ Θεομήτωρ Μαρία, 
ταῖς ἰκεσίαις σου Ἁγνή, 
ἐλευθέρωσον ἡμᾶς, 
ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, 
καὶ πᾶσης αἰρέσεως καὶ θλίψεως,
τοὺς πιστῶς προσκυνοῦντας, 
τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς. 

Πηγή: Μηναῖον Νοεμβρίου, «Φῶς», σελ. 275.