λέγει αὐτῇ ὁ Ἰησοῦς·
ἀναστήσεται ὁ ἀδελφός σου.
εἶπεν αὐτῇ ὁ Ἰησοῦς·
Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται
καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ
οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.
πιστεύεις τοῦτο;
καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε·
Λάζαρε, δεῦρο ἔξω.
Λάζαρε, δεῦρο ἔξω.
Ἰησοῦς Χριστός
(Ἰωάν. ια' 23, 25, 26, 43)