Τῇ ἁγία καὶ μεγάλῃ Δευτέρᾳ μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ παγκάλου καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταρασθείσης καὶ ξηρανθείσης συκῆς.
Ἱδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός·
καὶ μακάριος ὁ δοῦλος, ὃν εὐρήσει γρηγοροῦντα·
ἀνάξιος δὲ πάλιν, ὃν εὐρήσει ραθυμοῦντα.
Βλέπε οὖν, ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς,
ἵνα μὴ τῷ θανάτῳ παραδοθῆς,
καί τῆς βασιλείας ἔξω κλεισθῇς·
ἀλλὰ ἀνάνηψον κράζουσα·
καί τῆς βασιλείας ἔξω κλεισθῇς·
ἀλλὰ ἀνάνηψον κράζουσα·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν,
προστασίαις τῶν Ἀσωμάτων ἐλέησον ἡμᾶς.
Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν,
καὶ ἐκχέωμεν δάκρυα μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι
Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι,
τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα,
καὶ Αἰγύπτου παντὸς κυριεύσαντα·
ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ στέφος ἄφθαρτον.
Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν,
τὸ ἐπιτίμιον φοβηθέντες, ἀδελφοί,
καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ,
τῷ παρέχοντι ἡμῖν τό μέγα ἔλεος.
Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν,
τὸ ἐπιτίμιον φοβηθέντες, ἀδελφοί,
καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ,
τῷ παρέχοντι ἡμῖν τό μέγα ἔλεος.
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου, κεκοσμημένον,
καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ·
λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς,
φωτοδότα, καί σῶσον με.
Πηγή: Τριώδιον, σελ. 396,398,401,399