Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ τῆς τῶν δέκα παρθένων παραβολῆς,
τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Τὸν Νυμφίον, ἀδελφοί, ἀγαπήσωμεν,
τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν,
ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ·
ἵνα, ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι,
ἕτοιμοι εἰσέλθωμεν, σὺν αὐτῷ εἰς τοὺς γάμους.
Ὁ γὰρ Νυμφίος δῶρον, ὡς Θεός, πᾶσι παρέχει
τὸν ἄφθαρτον στέφανον.
Τοῦ κρύψαντος τὸ τάλαντον,
τὴν κατάκρισιν ἀκούσασα,
ψυχὴ, μὴ κρύπτε λόγον Θεοῦ·
κατάγγελλε τὰ θαυμάσια αὐτοῦ,
ἵνα πλεονάζουσα τὸ χάρισμα,
εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Ἰδοὺ σοι τὸ τάλαντον ὁ δεσπότης ἐμπιστεύει, ψυχή μου·
φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι,
διάδος πτωχοῖς καὶ κτῆσαι φίλον τὸν Κύριον·
ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ,
καὶ ἀκούσῃς μακαρίας φωνῆς·
Εἴσελθε, δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Αὐτῆς ἀξίωσόν με, Σωτήρ, τόν πλανηθέντα,
διὰ τὸ μέγα σου ἔλεος.
Τοῖς ἀμέτρως πταίουσι, πλουσίως συγχώρησον Σωτήρ·
ἀξίωσον ἡμᾶς, ἀκατακρίτως προσκυνῆσαί σου τὴν ἁγίαν Ἀνάστασιν, πρεσβείαις τῆς ἀχράντου Σου Μητρός, μόνε πολυέλεε.
Πηγή: Τριώδιον, σελ. 406,409,410