«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 1 Μαΐου 2013

Μεγάλη Τετάρτη

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ πόρνης γυναικὸς μνείαν ποιεῖσθαι οἱ θειότατοι πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου πάθους μικρὸν τοῦτο γέγονεν.


Πόρνη προσλθέ σοι, μύρα σὺν δάκρυσι 
κατακενοῦσά σου, ποσί, φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου·
πνέων δὲ τὴν χάριν σου, μαθητὴς ὁ ἀχάριστος, 
ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σε.
 Δόξα, Χριστέ, τῇ εὐσπλαχνίᾳ σου.

Ἡ πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, 
ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, 
θριξί τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα·
Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, 
μετανοοῦσαν καὶ σῷσον, ὡς μόνος φιλάνθρωπος.

Τὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων σκέπτεται, 
θεομάχου ψυχῆς ὑπάρχον, ὡς δύσχρηστον 
τὸν δίκαιον ἀποκτεῖναι Χριστόν, ὦ ψάλλομεν·
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καί, 
οὐκ ἔστιν ἄγιος πλήν σου, Κύριε.

Ὅτε ἡ ἁμαρτωλὸς προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητὴς συνεφώνει τοῖς παρανόμοις·
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον·
αὔτη τὸν δεσπότην ἐπεγίνωσκεν, 
οὖτος τοῦ δεσπότου ἐχωρίζετο·
αὔτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος 
ἐγενόνει τοῦ ἐχθροῦ.
Δεινὸν ἡ ραθυμία! μεγάλη ἡ μετάνοια!
ἥν μοι δώρησαι, Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, 
καὶ σῶσον ἡμᾶς.


Πηγή: Τριώδιον, σελ. 415, 416 & 417