Δόξα. Ἦχος β'.
Διδασκαλίαν τῆς πλάνης, καὶ γνῶσιν εἰδώλων,
ἀπεδύσω ἀληθῶς καὶ Σταυρὸν ἠμφιάσω,
ὅπλον εἰς σωτηρίαν, Κυπριανὲ παμμακάριστε.
Ἔρριψας τὰς βίβλους τὰς μαγικάς,
τὸν ἄνθρωπον ἀπέθου τὸν παλαιόν,
καὶ ᾤκησεν ἐν σοὶ θεογνωσίᾳ, ἡ Τριὰς ἡ ὁμοούσιος.
Αὐτὴν ἱκέτευε Ἱεράρχα,
σὺν Ἀγγέλοις τοῦ σωθῆναι ἡμᾶς.
Σταυροθεοτοκίον.
Ξύλῳ, τοῦ Σταυροῦ σε Ἰησοῦ,
προσαναρτηθέντα ὁρῶσα,
ἡ Ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε·
Τέκνον γλυκύτατον, ἵνα τί ἐγκατέλειπες,
ἐμὲ τὴν τεκοῦσαν, μόνην
φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός;
σπεῦσον, καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας,
οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θείας πίστεως, τῇ φωταυγείᾳ,
σκότος ἔλιπες, τῆς ἀσεβείας,
καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι·
ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου,
Κυπριανὲ τῇ ἀθλήσει δεδόξασαι.
Πάτερ Ὅσιε, τὸν Κτίστην ἡμῖν ἱλέωσαι,
ὁμοῦ σὺν Ἰουστίνῃ τῇ θεόφρονι.
Κοντάκιον.Ἦχος α'. Χορὸς Ἀγγελικός.
Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας θεόφρον,
πρὸς γνῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ,
ἀκέστωρ σοφώτατος, τὰς ἰάσεις δωρούμενος,
τοῖς τιμῶσί σε, Κυπριανὲ σὺν Ἰουστίνῃ·
μεθ' ἧς πρέσβευε, τῷ Φιλανθρώπῳ Δεσπότῃ,
σωθῆναι τοὺς δούλους σου.
Μεγαλυνάριον.
Πλάνης σοφιστείας ἀπολιπών,
τῆς θείας σοφίας, ἀνεδείχθης λαμπρός φωστήρ,
καὶ σὺν Ἰουστίνῃ, Κυπριανὲ ἀθλήσας,
τῆς ἄνω βασιλείας, ἄμφω ἐτύχετε.
Πηγές:
Μηναῖον Ὀκτωβρίου, σελ. 19 &
Νέος
Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου,
Ὑμνογράφου
τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας,
σελ. 59-60.