19 ῎Ανθρωπος δέ τις ἦν πλούσιος, καὶ
ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον
εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς.
20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος,
ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ
ἡλκωμένος
21 καὶ ἐπιθυμῶν
χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν
πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ
πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι
ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
22 ἐγένετο
δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι
αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον
᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος
καὶ ἐτάφη.
23 καὶ ἐν τῷ ᾅδῃ
ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων
ἐν βασάνοις, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ
μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις
αὐτοῦ.
24 καὶ αὐτὸς φωνήσας
εἶπε· πάτερ ᾿Αβραάμ, ἐλέησόν με καὶ
πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον
τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ
τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ
φλογὶ ταύτῃ.
25 εἶπε δὲ ᾿Αβραάμ·
τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ
ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος
ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται,
σὺ δὲ ὀδυνᾶσαι·
26 καὶ ἐπὶ πᾶσι
τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα
μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες
διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται,
μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα
πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ
πατρός μου·
28 ἔχω γὰρ πέντε
ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς,
ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν
τόπον τοῦτον τῆς βασάνου.
29 λέγει
αὐτῷ ᾿Αβραάμ· ἔχουσι Μωϋσέα καὶ
τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ ᾿Αβραάμ,
ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ
πρὸς αὐτούς, μετανοήσουσιν.
31 εἶπε
δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν
οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν
ἀναστῇ πεισθήσονται.
Καινή Διαθήκη σελ. 318-319 .
Συμπέρασμα
... Ὅλα ὅσα λέει ἡ παραβολὴ εἶνε πολὺ διδακτικά.
Καὶ τὸ συμπέρασμα εἶνε τοῦτο·
Ἄνθρωποι, προσέχετε πῶς ζῆτε σ'αὐτὸν ἐδῶ τὸν κόσμο!
.
.
Ὅ,τι κάνετε, στὸν ἄλλο κόσμο θὰ ἔχῃ πληρωμὴ ἢ τιμωρία.
Ποτὲ μὴ λησμονεῖτε τὸν ἄλλον ἐκεῖνον κόσμο.
Ἐκεῖ ὁπωσδήποτε θὰ πᾶτε. Καμμιά ἀμφιβολία μὴν ἔχετε.
Ὑπάρχει ἡ ἄλλη ζωή.
Ὑπάρχει ἡ δικαιοσύνη τοῦ Θεοῦ.
Ὑπάρχει παράδεισος καὶ κόλασις.
Αὐτὰ διδάσκει τὸ Εὐαγγέλιο.
Αὐτὰ βεβαιώνει ὁ Χριστός.
Καὶ ἂν στὸν Χριστὸ δὲν πιστέψουμε, σὲ ποιὸν θὰ πιστέψουμε;
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου, σελ. 223-224 (ἀπόσπασμα)