«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 28 Ιανουαρίου 2014

Τοῦ Ὁσίου Ἐφραίμ τοῦ Σύρου

Δόξα. Ἦχος β' . Κυπριανοῦ. 
Ὥσπερ φοίνιξ δαυϊτικῶς ἐξανθήσας Ὅσιε Πάτερ,

τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας,

 ἐν τῇ μαχαίρᾳ τῶν λόγων σου Ἐφραίμ· 

τὰς ἀβύσσους τῶν παθῶν ἐξήρανας δι' ἐγκρατείας·

ὄργανον ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος,

τοῦ Σταυροῦ τὸ ὅπλον ἀναλαβών.

Χριστὸν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν,

τῶν ἐπιτελούντων τὴν πανέορτον μνήμην σου.


Καὶ νῦν. Θεοτοκίον. 
Πάντων, θλιβομένων ἡ χαρά,

καὶ ἀδικουμένων προστάτις, 

καὶ πενομένων τροφή, 

ξένων τε παράκλησις,

 χειμαζομένων λιμήν,

ἀσθενοῦντων ἐπίσκεψις, 

καταπονουμένων, 

σκέπη καὶ ἀντίληψις, 

καὶ βακτηρία τυφλῶν,

Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις·

Ἄχραντε σπεῦσον, 

δυσωποῦμεν ρύσασθαι τοὺς δούλους σου.

Πηγή: Μηναῖον Ἰανουαρίου, σελ. 420.