Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη,
ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον,
εὐαγγελίσασθαι ξένον, καὶ ἀπόρρητον θαῦμα·
ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται,
ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος·
Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.
Ὅμοιον.
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε·
χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε θρόνε·
χαῖρε ἔμψυχε βάτε· χαῖρε λαμπάς·
χαῖρε θρόνε· χαῖρε κλῖμαξ καὶ πύλη,
χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη·
χαῖρε ναέ· χαῖρε στάμνε πάγχρυσε·
χαῖρε ὄρος· χαῖρε σκηνὴ καὶ τράπεζα·
χαῖρε Εὔας ἡ λύσις.
Πηγή: Μηναῖον Μαρτίου, «Ἐκκλησιαστική Βιβλιοθήκη ΦΩΣ», σελ. 210-211.