«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 26 Οκτωβρίου 2017

Τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλήτου


 Ἦχος πλ. β΄ Βυζαντίου.

Σήμερον συγκαλεῖται ἡμᾶς, 
τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις.
Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, 
τὴν μνήμην αὐτοῦ λέγοντες·

Χαίροις, ὁ τὸν χιτῶνα 
τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, 
τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος 
σεαυτῷ περιθέμενος.

Χαίροις, ὁ καταργήσας 
τὰς ἐπινοίας τῶν παρανόμων, 
τῇ ἰσχύϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. 

Χαίροις, ὁ λογχευθέντων τῶν μελῶν, 
τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν
ἀναζωγραφήσας τοῦ Χριστοῦ. 

Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλώπισμα Δημήτριε, 
λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, 
καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Πηγή: Μηναῖον Ὀκτωβρίου, «Φῶς»,  σελ. 253.