«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 27 Οκτωβρίου 2017

Τοῦ Ἁγίου Μάρτυρος Νέστορος


Ἦχος πλ. δ΄. Ὥ τοῦ παραδόξου θαύματος.
 
Νέστωρ Ἀθλητὰ μακάριε,
τὴν πανοπλίαν Χριστοῦ, 
σεαυτῷ περιθέμενος,
αἰσθητῶς Λυαίῳ μέν, 
συμπλακεὶς τοῦτον ὥλεσας· 
ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, 
λαβαῖς Βελίαρ σὺ συνεπόδισας, 
καὶ ἐθανάτωσας· 
νίκης διαδήματι ὅθεν τὴν σὴν, 
κάραν ἐστεφάνωσεν,
 ὁ μεγαλόδωρος.

Μηναῖον Ὀκτωβρίου, «Φῶς» , σελ.: 275.