«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 9 Νοεμβρίου 2019

Πρὸς τιμὴν τοῦ Ὰγίου Νεκταρίου, Ἐπισκόπου Πενταπόλεως



Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.  
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, 
τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, 
Νεκτάριον τιμήσωμεν πιστοί,
ὡς ἔνθεον θεράποντα Χριστοῦ· 
 ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, 
τοῖς εὐλαβῶς κραυγάζουσι· 
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, 
δόξα τῷ σὲ θαυμαστώσαντι, 
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 
πάσιν ἰάματα.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον
Καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα
Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ.
Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος
Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον
  Τοῖς κραυγάζουσι, χαίροις Πάτερ Νεκτάριε.



Μεγαλυνάριον.  
Ὤφθης Ἐκκλησίας νέος ἀστήρ, 
ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ·
ὅθεν καταυγάζεις, πιστῶν τὰς διανοίας, 
ταῖς νοηταῖς ἀκτῖσι, Πάτερ Νεκτάριε.

Πηγή: synaxarion.gr