Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή,
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή,
ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ
Θεοῦ,
Μαρτύρων Πρωτόαθλε Στέφανε·
σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν,
εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν.
Αὐτὸν οὖν ἐκδυσώπει ἀεί,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει,
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει,
καὶ ὁ δοῦλος σήμερον, ἀπὸ
σαρκὸς ἐξεδήμει·
χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη,
σήμερον δέ, ὁ
οἰκέτης λιθοβολεῖται,
δι’ αὐτὸν καὶ τελειοῦται,
ὁ Πρωτομάρτυς καὶ θεῖος
Στέφανος.
Μεγαλυνάριον.
Πρῶτος διακόνων ἀναδειχθείς,
Πρῶτος διακόνων ἀναδειχθείς,
πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής·
ὅθεν
Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς,
τύπος αὐτοῖς ἐγένου, Πρώταθλε Στέφανε.
Πηγή: synaxarion.gr