«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 30 Ιανουαρίου 2020

Πρὸς τιμὴν τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν


Κάθισμα.  Ἦχος πλ. δ᾿. Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς,
 Ἐκκλησίας τοὺς πύργους τοὺς ἀρραγεῖς, 
συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, 
καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος·
 τὸν σοφὸν Χρυσορρήμονα, καὶ τὸν μέγαν Βασίλειον, 
σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ·
 πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· 
Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην ὑμῶν.

Δόξα... ὅμοιον
Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, 
ὡς, Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, 
τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα,
 ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, 
Ἁλιεῖς, ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος·
 ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας,
 τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν Πανσεβάσμιοι·
 ὅθεν πάντες βοῶμεν ὑμῖν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, 
τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, 
νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι,
 ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, 
καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν,
 φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει,
 γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα·
σὺ λιμὴν γὰρ ἀχείμαστος· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι·
 σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. 

 Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org



Δεν υπάρχουν σχόλια: