Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος,
Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος,
καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων,
Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τῇ γῇ,
νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη,
χάριν δὲ πορίζοντες, τοῖς βοῶσιν ἀπαύστως·
χαίρετε κρῆναι θείων δωρεῶν,
Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων,
Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων,
εἰληφότες Ἅγιοι,
θαυματουργεῖτε ἀπαύστως,
ἅπαντα, ἡμῶν τὰ πάθη, τῇ χειρουργίᾳ,
τέμνοντες,
τῇ ἀοράτῳ Κῦρε θεόφρον,
σὺν τῷ θείῳ Ἰωάννῃ,
ὑμεῖς γὰρ θεῖοι ἰατροὶ
ὑπάρχετε.
Μεγαλυνάριον.
Χαίρετε πασχόντων θεραπευταί,
Χαίρετε πασχόντων θεραπευταί,
Κῦρε θεοφόρε, Ἰωάννη τε θαυμαστέ·
δωρεὰν γὰρ
πᾶσι, παρέχοντες ἰάσεις,
εὐεργετεῖτε πάντας, ὡς χριστομίμητοι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου