Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Γερμανοῦ Πατριάρχου
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δίς)
Ἦχος α'
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Ἦχος α'
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ
τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ
μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Ἦχος α'
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται
Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος• ἐνίησι τὸν ἁγιασμὸν τῷ
ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται• ἐπίγειον τὸ φαινόμενον, καὶ
ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον• διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ
Πνεῦμα• διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται• θαυμάσια τὰ
ἔργα σου Κύριε! δόξα σοι.
Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ
Ἰορδάνια• καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν
ἁμαρτίαν• καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς
μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν• Ὁ ἐπιφανεὶς καὶ
σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον•
καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα
ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης
ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ
παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν
ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ
ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Πηγή:Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου